The Pseudo-Oecumenian Catena on Ephesians: Synopsis of Scholia Photiana, created by Clark Bates CPG C165 <ptr target="https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=2B1E15B384854DE3947D3A880A9C75CE"/>Created byClark R. BatesArts and Humanities Research Council, Midlands4Cities Doctoral Training Scheme.Version 1.0, published on 21.03.2024The Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UK

Attribution 4.0 International (CC BY 4.0) Available for re-use under a Creative Commons license provided attribution is made to the original creators.

This synopsis was made as part of a doctoral research project on the Pseudo-Oecumenian catena on Ephesians, available in the University of Birmingham eTheses repository . The data is archived in the the University of Birmingham eData repository and also available online at

The encoding is based on version 1.6 of the IGNTP Guidelines available at . It is an extended version of the TEI P5 schema.

καθ’ ὑπερβατὸν τὴν ἐν τῷ κυριῷ πίστιν καὶ ὑμεῖς φησιν κέκτησθε
ἀντι τοῦ καὶ παντὸς ῥητοῦ καὶ ὁνομαστοῦ οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὁνομασθῆναι ὑπεράνω γὰρ πάντων ὑιός ἐστιν εἰ καὶ σεσάρκωται
ἀπόδοσις μετὰ πολλὴν σύμφρασιν καὶ ὑμᾶς ὄντας νεκρούς φησιν τοῖς παραπτώμασιν εἰτα πολλαῖς περιβολαῖς μεστώσας τὸν λόγον μετὰ ἐπαναλήψεως τοῦ αὐτοῦ ῥητοῦ οἷον καὶ ὄντας ὑμᾶς νεκροὺς τοῖς παραπτώμασιν ἀπέδωκε τὸ κατὰ πόδας συνεζωοποίησεν τῷ Χριστῷ πολλὴ δὲ αὐτῷ τούτου τοῦ σχήματος χρῖσις
ἄρχει γὰρ καὶ ἐξουσιάζει σατατανᾶς τῶν αἐρίων καὶ πονηρῶν πνευμάτων καθ’ ὃν τουτέστι καθ’ οὗ βουλὴν καὶ θέλημα ἡμεῖς περιπατήσαντες καὶ νεκρωθέντες καὶ ὀργῆς τέκνα γεγονότες τῷ πλουσίῳ ἐλέει τοῦ θεοῦ καὶ τῇ ἀνυπερβλήτῳ τῷ ἀγάπῃ ἀνέστημεν καὶ ἐζωοποιήθημεν
καὶ ἄθεοι ἐν τῷ κόσμῳ ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες ἅπαντες ἐπιγνώσονται τὸν θεὸν οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα ὡς δημιουργήματα καὶ προνοόυμενα οὐκ ἧσαν ἄθεοι πῶς οὖν ἄθεοι ἀπὸ τῆς κατὰ κόσμον πολιτείας ἀπὸ τῆς λατρείας ἀπὸ τῆς βεβήλου προαιρέσεως
ἐν τῇ κατὰ τὸν παρόντα βίον πολιτείᾳ ὑμῶν καὶ λατρείᾳ ἐν γὰρ τῷ μέλλοντι καὶ ἄκοντες πάντες ἐπιγνώσονται τὸν θεὸν οὐ μόνον δὲ ἀλλὰ καὶ κατὰ τὸν παρόντα ὡς δημιουργήματα καὶ προνοόυμενα οὐκ ἧσαν ἄθεοι πῶς οὖν ἄθεοι ἀπὸ τῆς κατὰ τὸν κόσμον πολιτείας ἀπὸ τῆς λατρείας ἀπὸ τῆς βεβήλου προαιρέσεως
διπλῆ ἦν ἔχθρα καὶ διπλοῦν τὸ μεσότοιχον μᾶλλον δὲ καὶ τριπλῆ καὶ γὰρ καὶ πρὸς ἀγγέλους ἐξεπολέμωτο τὸ ἀνθρώπινον νῦν δὲ τέλος περὶ τῶν δύο διαλαμβάνει ἢν εἶχον οἱ ἐξ ἐθνῶν πρὸς τοὺς ἐξ ἱουδαιῶν καὶ ἢν ἄμφω πρὸς τὸν θεὸν τῶν ὅλων ἀλλ’ ἐκατέραν ἐχθραν καὶ ἐκάτερον μεστότοιχον ἔλυσεν χριστός θεός ἡμῶν καταργήσας τὸν νόμον
καὶ ἀποκαταλλάξη τοὺς ἀμφοτέρους διὰ μὲν τοῦ ἐν ἑνὶ σώματι τὴν πρὸς ἀλλήλους ἐμφαίνει καταλλαγήν διὰ δὲ τοῦ τῷ θεῷ τὴν πρὸς θεὸν ἀμφοτέρων
πολυποίκιλος σοφία κατὰ πρόθεσιν τῶν αἰώνων πολυποίκιλος σοφία τοῦ θεοῦ αὔτῃ γὰρ καὶ τῶν αἰώνων προετίθετο καὶ προώριστο εἰ καὶ ἐν ἐσχατοῖς καιροῖς δὶα τῆς ἐκκλησίας ἐγνώσθη τὸ δὲ ἢν ἐποίσεν ὅτι καὶ ταύτην διὰ τοῦ χριστοῦ καὶ προέθετο τῶν αἰώνων καὶ προώρισεν οὐδὲν γὰρ ἄνευ τοῦ υἱοῦ οὔτε ἠβουλήθη οὔτε ὥρισεν οὔτε ἐποίησεν
τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι · σφάλμα καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους · εἰ μὴ τοῦτο , κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο θεῖος παῦλος · ἀντι αἰτιατικῆς · μετοχικὴν εὐθεῖαν · πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τοιοῦτον σχῆμα · καὶ μάλιστα παρὰ θουκυδίδῃ · εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν · ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν , καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεται · καθ’ ὑπερβατὸν τὴν σύνταξιν ποιουμένων · ᾧ καὶ μάλιστα σχήματι κεχρημένος θεῖος παῦλος · οἷον ἵνα ᾗ συντεταγμένον τὸ ῥητὸν οὕτως · ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ τὰ ἐξῆς .
̓ ἐν ἀγάπῃ ἐρριζωμένοι τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι σφάλμα ἔστι καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους εἰ μὴ τοῦτο κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο θεῖος παῦλος ἀντι αἰτιατικῆς μετοχικὴν εὐθεῖαν πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τὸ τοιοῦτον σχῆμα καὶ μάλιστα παρὰ θουκυδίδῃ εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν ὡς εὐθεῖαν ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεσται καθ’ ὑπερβατὸν τὴν σύνταξιν ποιοῦμενων ᾧ καὶ μάλιστα σχήματι φαίνεται κεχρημένος θεῖος παῦλος οἷον ἵνα ᾗ συντέταγμενον τὸ ῥητὸν οὕτως ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ἐξῆς
τί τὸ πλάτος καὶ μῆκος τίνος πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τοῦ μυστηρίου ἵνα ᾗ κατ’ ἔλλειψιν εἰρημενὸν καὶ χωρὶς ἐλλέιψεως καθ’ ὑπερβατὸν δέ ἵνα ἐξισχύσητε φησὶν καταλαβέσθαι τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος τῆς γνώσεως τοῦ χριστοῦ γνῶναι τε τὴν ὑπερβάλλουσεν εἰς ἡμᾶς ἀγάπην αὐτοῦ ἔστιν δὲ γνῶσις μὲν χριστοῦ τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας φανέρωσις γνῶσις δέ ἐστιν χριστοῦ ὅτι τὲ τὴν πρᾶξιν αὐτοῦ τὴν ὑπερθαύμαστον αὐτὸς καὶ οὐκ ἄλλος ὑπὲρ ἡμῶν εἰργάσατο καὶ ὅτι αὐτός ἐστι ἡμῖν χορηγὸς ταύτης τῆς γνώσεῶς καὶ ὅτι δί αὐτῆς μάλιστα ἐπέγνωμεν τὸν χριστὸν ἀλλὰ γνῶσις μὲν χριστοῦ αὕτῃ μῆκος δέ ἔστιν αὐτῆς τὸ ἀπὸ τῶν αἰώνων αὐτὴν προωρίσθαι πλάτος δὲ ὅτι εἰς πάντας αὐτῆς εὐεργεσία ἐξαπλοῦται εἰς τοὺς πρὸ νόμου εις τοὺς ἐν τῷ νόμῳ καὶ μετὰ τὸν νόμον εἰς τοὺς ζῶντας εἰς τοὺς τετελευτηκότας εἰς τοὺς ἰουδαίους εἰς τοὺς ἔλληνας εἰς τοὺς βαρβάρους εἰς πάντα τὰ ἔθνη εἰς τὰ οὐρανία εἰς τὰ ἐπίγεια εἰρήνην γὰρ εἰργήσατο ἐν αὐτοῖς χριστὸς πρότερον ἐκπεπολεμωμένοις οὖσιν εἰς ἀλλήλους τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις εὔχεται οὖν αὐτοὺς ταῦτα καταλαβέσθαι καὶ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὸ βάθος αὐτῆς καὶ τὸ ὕψος ὅτι μέχρι τῶν τοῦ ᾅδου ταμείων τὴν ἄφατον αὐτοῦ δύναμιν καὶ εὐεργεσίαν ἐπεδείξατο ἐκεῖνον μὲν καταργήσας καὶ αἰχμαλωτίσας τοὺς δὲ αἰχμαλώτους ἀναρρυσάμενος καὶ ἐλευθερώσας εἶτα καὶ τὸ ὕψος ὅτι καταβὰς αὐτός ἐστιν καὶ ἀναβας ὅτι ὑπεράνω τῶν οὐρανῶν ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν ὅτι ὑπεράνω πάσης ἀρχῆς και ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος ὁρᾶς ὕψος ἅφατον τῆς οἱκονομίας χριστοῦ καὶ τῆς γνώσεως αὐτοῦ ταῦτα ἐπέυχεται αὐτοὺς παῦλος κατανοῆσαι ταῦτα καταλαβέσθαι ἁν δὲ ταῦτα καταλάβωνται τί τότε γνώσονται τὴν εἰς ἡμᾶς ὑπερβάλλουσαν ἀγάπην αὐτοῦ ἀν δὲ γνῶμεν τί τίς ἁντερεῖ τὸ μὴ οὐ χρεῶστας εἶναι πληρωθῆναι ἐν παντὶ πληρώματι θεοῦ οἷον ὅλον αὐτὸν διὰ τῶν ἔργων τὸν οὕτως ἀγαπήσαντα εἰσδέξασθαι
ἀναβὰς εἶς ὕψος λέγει δὲ τὸ τοῦ σταυροῦ ὡς αὐτὸς ἐπηγγείλατο ὅταν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτον
ἀναβὰς εἶς ὕψος λέγει δὲ τὸ τοῦ σταυροῦ ὡς αὐτὸς ἐπηγγείλατο ὅταν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτον
αὐτός ἐστιν καὶ ἀναβὰς τοῦτο τὴν νεστορίου καταβάλλει βλασφημίαν αὐτος φησίν ἐστὶν καταβὰς καὶ ἀναβάς καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεος ἀναβαίνει δὲ ὡς ἄνθρωπος καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος ἀνίσταται δὲ ὡς θεος οὐ μονον δέ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν καὶ οὐχ ἁπλῶς ἀλλὰ πάντων τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ προσλημμα ἡμῶν ἀξιῶν
κατὰ τὴν προτέραν ἐδιδάχθητε ἀποθέσθαι ἐδιδάχθητε ἐνδύσασθαι ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε
ἔργα σκοτους εἶπε γενικῶς ὀνομάσας πᾶσαν ἁμαρτίαν διὰ τί δέ φησίν οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν ὀνομαστὶ πρᾶξιν ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχροτητος πληροῦται καὶ ἐπεξιὼν αὐτάς ἐλέγχετε φησί τῇ παραθέσει τοῦ οἰκείου βίου οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιοντας αὐτοῖς καὶ ὀνειδίζοντας οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτὰς αἰσχροτης νομίζεται οὐδὲν γὰρ ἔλαττον φησί τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτοντων ἐλεχθήσονται εἰ διὰ λογων τις αὐτοὺς ἀνεκάλυπτεν ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέρωσις εἰς κατάγνωσιν προτρέπεται δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς αὕτη δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει ὅπερ ἐστὶ φῶς ὡς προξενον τοῦ ἐκεῖθεν φωτος καὶ φῶς πάλιν ὅτι τυφλῶττον ἐν ἡμῖν προτερον περὶ τὰ πάθη τὸ ἡγεμονικον αὕτη καταλάμψασα ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχροτητα καὶ ἀμορφίαν τὸ δὲ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν ὡς εἴρηται ληπτέον κατασκευαστικὸν τοῦ δύνασθαι τοὺς σπουδαίους ἐλέγχειν διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν φανεροῦται μὲν γὰρ τοῦ σπουδαίου βίος φησίν φανερούμενος δὲ φῶς ἐστιν φωτὸς δὲ λάμποντος τὸ σκοτος ἐλέγχεται ὅπερ ἐστὶν τῶν φαύλων βίος
ὅτι διὰ ἰησοῦ χριστοῦ λέγει γεγενῆσθαι τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ καὶ ἐν τῇ πρὸς ἑβραίους ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
Ἠχμαλώτευσεν μὲν τὸν διάβολον ἔδωκεν δὲ ἀντὶ τιμωρίας δοματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν ἐπειδὴ ἀναβαίνων ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνοδου ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἦν ἄνω καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν εἰπὼν δὲ ἀναβάς ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς ὅτι οὐχ ὡς νῦν φησίν ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δοξης ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθοδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν λέγεται φησιν ὅτι ἀνέβη
Ἠιχμαλώτευσε μὲν τὸν διάβολον ἔδωκε δὲ ἀντὶ τιμωρίας δοματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν ἐπειδὴ ἀναβαίνων ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν ἄνω γενέσθαι ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνοδου ἀλλ’ ἀπ’ ἀρχῆς μὲν ἦν ἄνω καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν εἰπὼν δὲ ἀναβάς ἑρμηνεύει πῶς δεῖ νοεῖν τὸ ἀναβάς ὅτι οὐχ ὡς νῦν φησίν ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δοξης ἀλλ’ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθοδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν λέγεται φησιν ὅτι ἀνέβη
τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον