A transcription of the Pseudo-Oecumenian Catena on Ephesians in GA 1916CPG C165 <ptr target="https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=2B1E15B384854DE3947D3A880A9C75CE"/> Created byThe Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UKTranscribed byClark R. BatesArts and Humanities Research Council, Midlands4Cities Doctoral Training Scheme.Version 1.0, published on 21.03.2024The Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UK

Attribution 4.0 International (CC BY 4.0) Available for re-use under a Creative Commons license provided attribution is made to the original creators.

Vatican CityVatican CityBiblioteca Apostolica VaticanaVaticanus graecus 765

This transcription was made as part of a doctoral research project on the Pseudo-Oecumenian catena on Ephesians, available in the University of Birmingham eTheses repository . The data is archived in the the University of Birmingham eData repository and also available online at

The encoding is based on version 1.6 of the IGNTP Guidelines available at . It is an extended version of the TEI P5 schema.

Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ… ὅρα πόση ἧν τότε ἀρετὴ · ὅτι κοσμικοῖς ἀνθρωποῖς καὶ πιστοῖς ἐπαγορέυει .
εἰκότως ἀπὸ χάριτος ἤρξατο · χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών θεός · χάριτι καὶ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν .
τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας · ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν . δὲ ἡμῶν , πνευματική · καλῶς δὲ τὸ ἐν πάσιν · γέγονας γὰρ ἀθάνατος · ἀναμάρτητος · ὓιος καὶ ἀδελφὸς θεοῦ · συγκληρονόμος · ἀπαρχή σου , προσκυνεῖται ἐκ τῶν χερουβίμ .
ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν εὐλογία οὐ διά τινος τῶν προφητῶν . ὡς ἰουδάιοις διὰ μωυσέως · καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις . οἷον πράγμασιν · οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις · ἐκεῖ γὰρ γῇ τὲ ῥέουσα μέλι καὶ γάλα · καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσαι · καὶ εὐλογήσει κύριος τὴν γῆν σου · ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν .
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ ἰησοῦ χριστοῦ , οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως · τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ , ὅτι τοῦτο πάλαι ἦν ὁρισθὲν σώθῆναι διὰ τῆς εἰς χριστὸν πίστεως τοὺς ἐπὶ γῆς · τὸ δὲ καταβολῆς δηλοῖ , ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη κόσμος .
εἶναι ἡμᾶς ἁγίους , καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ , ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρῳ εἰς τὸ εἶναι ̔ἡμᾶς ἁγιόυς κατὰ πίστιν · ἀμώμους κατὰ βίον · κατενώπιον αὐτοῦ φησιν · εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες · ἀλλ’ οὐ τοῦτο φησιν . ἀλλὰ κατενώπιον αὐτοῦ · τοῦτο δέ φησιν · διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν .
προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν · μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν ἀχθῆναι θεοῦ · μέιζον δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι · εἰς ὑιοθεσίαν δὲ πόιαν , τὴν εἰς αὐτόν φέρουσαν τὸν θεὸν .
τοῦ θελήματος αὐτοῦ , εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ , ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν , οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι αὐτοῦ τὴν ἁγίαν δόξαν τῆς χάριτος .
ἐν ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ · ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἔπειτα ἐπεράστους ἐποίησεν . ἀγγελόις . ἀρχαγγέλοις · ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις · ἐπιθυμήσει γάρ φησιν βασιλὲυς τοῦ κάλλους σου · τὴν δὲ χάριν τάυτην , διὰ τοῦ ἠγαπημένου χριστοῦ τοῖς ἐπὶ γῆς · δεδώκεν · αὐτὸς γὰρ μεσίτης .
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ , ἰδοῦ φησιν ἔχομεν τὴν ἄφεσιν · διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν · θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν · ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος · τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον .
τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ , ταῦτα ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλόυτῳ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς · πανταχόθεν ὑπερβολάι · ὅτι τὲ πλοῦτος ἐδόθη · καὶ πλοῦτος θεοῦ . καὶ χάριτος πλοῦτος · καὶ ὅτι ἐπερίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν .
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ , σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν · σοφοὺς καὶ φρονίμους ἐγνώρισεν ἡμῖν · σοφοὺς καὶ φρονίμους ποιήσας οὕτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ · ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ · τί γὰρ ἴσον τοῦ μυστηρίου τούτου · τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν .
κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ ἢν βουλὴν πρόεθετο ἐν αὐτῷ · τουτέστιν ἐκ δεξιὼν αὐτοῦ καθίσαι .
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν , ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο · εἰς οἰκονομίαν φησὶ · τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν · ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς σώτηριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπήσεως .
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς . συνάψαι ἐνῶσαι · μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἀνθρωποις τὸν χριστὸν · ἀπεσχισμένοι γὰρ ἢσαν οἱ ἄγγελοι καὶ ἄνθρωποι · συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ .
ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ .
κατὰ πρόθεσιν θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος . κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς .
κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ , εἶτα οὐκ ἄρκεσθεις τῷ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει , κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ · δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀπο σκιρτῆσαι ϊουδαίους , ἀλλὰ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο · ἐπειδὴ γὰρ χριστὸς προτρεπόμενος τοὺς ἰουδαίους φησὶν · οὐκ ἦλθον εἰμὴ εις τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ · καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε . σπουδάζει νῦν δεῖξαι παῦλος ὅτι προτροπῆς ἔνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται · ὡς τό γε ἀληθὲς · ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν .
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον ἡμᾶς τίνας , τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ · τουτέστιν τοὺς πιστούς · ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος θεός · ὅτι ὅυτως αὐτοῦ ἠλλοτριωμένους ἔσωσεν .
ἐν ᾧ καὶ ἡμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ · ὅυτως καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἡμῖν ἐν ὑιῷ .
τὸν λόγον τῆς ἀληθείας , οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων , ἀλλ’ αὐτὴ ἀλήθεια .
τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν , εὐαγγέλιον σωτηρίας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου . ἔστι δὲ ὅτι καὶ τοὺς πιστέυοντας σώζει .
ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ , δι’ οὗ εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας τῷ ἐπαγγελλομένῳ τὰ μυρία ἀγαθά · ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν · ὥσπερ γὰρ δήλους ποιῶν τοὺς αὐτοῦ θεὸς , σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι .
ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν , ἀρραβὼν πιστοῦται τὸ ὅλον · τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος θεὸς . δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ ἅγιον πνεῦμα .
εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως , περιποίησιν ἡμᾶς καλεῖ . διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν · οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ · ἐκείνη δὲ ἔστιν καθαρὰ ἀπολύτρωσις · ὅταν μὴ μόνον ἁμαρτιῶν , ἀλλὰ καὶ τοῦ μετὰ ἁμαρτωλῶν συνοικεῖν λυτρωθῶσιν οἱ ἅγιοι .
εἰς ἔπαινον τῆς δόξης αὐτοῦ . τοῦτο συνεχῶς ἐπιλέγει . πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα · ὣσει ἔλεγεν · εἰ μὲν ἡμῶν ταῦτα ἕνεκεν ἐπηγγελτο . κἂν ἀμφιβάλλειν ἦν · εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ , τίς αντερεῖ λοιπόν .
διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν διὰ τὰ ἀποκείμενα ἀγαθὰ . τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς .
ἐν τῷ κυρίῳ ἰησοῦ · καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους , πλέον γὰρ ἀπάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ · ὅτι τὸν νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν · ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην . καλλίστην ἀποτελῶν ξυνωρίδα .
οὐτοῖς παρ’ αὐτοῖς μόνοις
πατὴρ τῆς δόξης , ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν . Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης · καὶ θεὸν δυνάμεων · νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ · μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτινα παραχθέντα ἡμῖν · γενικῷ ὀνόματι καλεῖ δόξαν διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος · ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν .
δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως , ἐν ̓πιγνώσει αὐτοῦ · ἄρα πνευματικῆς δεῖ σοφίας ἡμῖν , εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν . ψυχικὸς γὰρ ἄνθρωπος , οὐ δέχεται τὰ τοῦ πνεύματος · μωρία γὰρ αὐτῷ ἐστιν .
πεφωτισμένους τοὺς ὀφθαλμοὺς γὰρ τὸν θεὸν γνοῦς ὡς ἐχρὴν , οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ἀμφιβάλλει · ὡς τόδε δυνατὸν ἀδύνατον αὐτῷ · πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει . ταύτην δὲ · οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶναι · εἰ μὴ διὰ πνεύματος ἁγίου · τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ .
εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἐλπὶς τῆς κλήσεως αὐτοῦ , ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως · κλῆσιν δὲ φησιν . τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν · δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ κληρονομία βασιλείας οὐρανων · καὶ ἐπὶ τῷ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν .
καὶ τίς πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις , βαβαὶ πόσα ὑπερέχοντα ῥήματα · πλοῦτος · δόξα · κληρονομία θεοῦ · ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα · τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι · καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος .
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας , εἶπεν τινα μέλλοντα · λέγει καὶ γεγονὸς · ἵνα ἐκ τοῦτου πιστώσηται κακεῖνα · ποῖον δὲ τοῦτο , αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς · ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα , τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν .
κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι · γέγονεν δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ · εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν .
ἣν ἐνήργησεν ἐν τῷ χριστῷ , ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν , καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις , ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς , ἵνα πιστεύσωμεν · ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν · ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται , πολλαχοῦ δῆλον .
ὑπεράνω οὐ λέγει ἄνω · ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν · ὑπεράνω φησὶν .
ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος , οὐ τῆσδε μὲν οὔ · τῆσδε δὲ νάι · ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως · ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν εἰρῆσθαι τῷ παύλῳ · πρὸ γὰρ τῆς σαρκώσεως . πρόδηλον ὡς θεὸς λόγος ἶσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν · ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα σάρκωσεως .
καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ , ἀλλὰ καὶ ἐν τῷ μέλλοντι · εἴ τινι ἐνι φησιν οὐρανιῷ πὰντων ἀνωτέρω κεκάθικεν ·
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ , εἶτα ἵνα μὴ ἀκόυων ἐκάθισεν ὑπὲρανω νομίσης αὐτὸν τε τιμῆσθαι μόνον · δέικνυσιν , ὅτι καὶ δεσπότην αὐτὸν ἐποίησεν πάντων · τὴν γὰρ σφοδρὰν καὶ ἧν οὐκ ἔνόμιζον ὑποταγὴν δεῖξαι θέλων . ὑπὸ τοὺς πόδας εἶπεν .
καὶ αὐτὸν ἔδωκεν κεφαλὴν καὶ τὴν ἐκκλησίαν τῇ δυνάμει συνεκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον · ὅπου γὰρ κεφαλὴ , ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα .
ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ , ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους · αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν · τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν . ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν .
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ , ὑπερβολὴ τίς ἐστιν · ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης . σωματικῶς φησιν · ἡμῶν ἐστὶν κεφαλὴ . καὶ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ · ἀποπληροῖ γὰρ καὶ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν · ὥσπερ καὶ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος .
τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου . οὐδενὸς φείδεται ῥήματος ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν · διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου · δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι , ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ · ἂν γὰρ μὴ ὦμεν ὁμέν τις αὐτοῦ ποῦς · δὲ χείρ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα · εἰκότως οὖν καὶ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος · τότε οὖν ἀναπληροῦται . ὅταν ἦμεν ἄπαντες ἡνωμένοι · οὖν ἐκκλησία , πλήρωμα ἐστὶ τῆς κεφαλῆς τοῦ χριστοῦ .
οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν . ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν :
κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου , αἰῶνα κόσμου τούτου τὸν διεστραμμένον βίον καὶ τὸν ἐν ἁμαρτίαις · δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας · ἄρχοντα δὲ ἐξουσιῶν τὸν σατανᾶν · διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν · οὐδὲ γὰρ ἐκ θεοῦ · ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται · ἄρχοντα οὖν αὐτὸν λέγει , πρὸς τὰ παρόντα ὁρῶν
κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς πάλαι μὲν διάβολος · τοῦ αἐρος ἐνεπιστεύθη τὴν ἐξουσιαν ἐκπεσὼν δὲ ταὐτης διὰ τὴν πονηρίαν , διδασκαλος δυσσεβειάς καὶ πονηρίας ἐγένετο · οὐμὴν ἁπᾶντων κρατεῖ · ἀλλὰ μόνων τῶν οὐ προσιεμένων τὰ θεῖα κηρύγματα · τούτους γὰρ ὑιοὺς ἀπειθέιας εἲπεν · τῆς θείας ἐυεργεσίας τοὺς ἐφεσίους ἀναμιμνήσκων · ὅτι νεκροὺς ἥδη γεγενημένους διὰ τὴν ἁμαρτίαν καὶ ὑπο τὴν ἐξουσίαν τελοῦντας τοῦ διαβόλου , τῆς σωτηρίας ἠξίωσεν .
τοῦ ἀέρος , τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν · εἰ γὰρ καὶ ἄρχοντα ἡμεῖς αὐτὸν ἐχειροτονήσαμεν · ὑπὸ τὸν οὐρανὸν αὐτοῦ ἐστιν ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν · δὲ ὢν ὑπὸ τὸν οὐρανὸν , ἐν τῇ γῇ ἐστιν ἐν τῷ αἔρι · οὗτος δὲ ὡς ὥν πνευμᾶ , ἐν τῷ αἔρι ἐστὶν · φύσις γὰρ τοῖς πνέυμασιν ἐναερίος διατρίβη · ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου · κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας · ποῖον δὴ τοῦτον , τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα · οὐ γὰρ αἔρος ἄρχει ἀλλὰ αερίων · εἶτα πάλιν ἐπισαφηνίζων . αὐτόν φησι τοῦ πνευματος · πνεῦμα γὰρ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος · ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος · τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος · οἶον τῶν αἐρίων πονηρῶν · ἄρχων γὰρ αὐτῶν πρὶν πέση , ἄρχει καὶ μετα τὸ πεσεῖν :
τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας · ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστάφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν , ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος βιαζομένου ἀλλ’ ἐνεργοῦντος ; καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία καὶ μὴ ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας κεχειροτόνητο · καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαζεν ἄν · νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα · καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει · τοῖς ὑιοῖς τῆς ἀπειθέιας · τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ . ἐκεῖνω δὲ · οὐ μὴν ἁναγκαζομένοις · εἶτα ἐπάγει · ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν · ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν . εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ · καὶ οὐ μόνον εαυτὸν , ἀλλὰ καὶ πάντας · τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων · σαρκὸς δέ φησι · τῶν σαρκικῶν ἐπιθυμιῶν .
ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν , ὡσεὶ εἶπεν · σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες .
καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλείας καὶ γεέννης εἴρηνται οἱ ἄξια ἀπωλείας καὶ γεέννης πράττοντες , οὕτως καὶ τέκνα ὀργῆς . ὁι ἄξιοι ἀπωλείας καὶ γεένης ὀργῆς · ὅυτως καὶ ἱούδας ὑιός ἀπωλείας . τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι .
δὲ θεός , πλούσιος ὤν ἐν ἐλέει , οὐχ ἁπλῶς ἐλεήμων , ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει .
διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς , τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν · πῶς γὰρ ἂν οἱ τέκνα ὀργῆς ὄντες ἠγαπήθημεν .
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος · τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν .
συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν εἰς μέσον φέρει ἀξιοπιστον τὸ πρᾶγμα ποιῶν · εἰ γὰρ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν . νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργέιᾳ .
χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ · οὐ κατορθώμασιν ἰδίοις · δέον γὰρ κολάσαι τοὺς γενομένους τέκνα ὀργῆς . ἑσωσεν χάριτι μόνη .
καὶ συνήγειρεν , καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ · ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτοῦ ἥγειρεν , ὅυτως καθεζομένης . τὸ λοιπὸν σῶμα ἐγκάθηται · δίο φησιν ἐν χριστῷ ἰησοῦ · τουτέστιν δὶα χριστοῦ ἰησοῦ · ὅτι δὲ καθίσουσιν οἰ ἄξιοι , ἄκουε τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς · καθήσεσθε ἐπὶ ΙΒ θρόνους κρίνοντες τὰς ΙΒ φυλὰς τοῦ ἰσραηλ · καὶ πάλιν · τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευωνύμων . οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται ὑπό τοῦ πατρός μου · τέως οὖν τοίμασται · καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι οἱ ἐμοι .
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἵνα μὴ τις ἀπιστήση τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πιθανὸν ποιεῖ καὶ φησιν · ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον . ὅσον ἵνα καὶ ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι .
ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ ἰησοῦ τοῦτέστιν οὐκ ἄχρι τοῦ χριστοῦ ταῦτα μόνου στάιη · ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ · ἥξει τὸ συζωοποιηθῆναι , τὸ συγκαθίσαι .
θεοῦ τὸ δῶρον · ἐξ ἠμῶν μὲν πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις θεὸς · εἰ γὰρ μὴ ἐνηνθρώπησεν , πῶς εἴχομεν πιστεῦσαι · πῶς γάρ φησι πιστέυσωσιν . ἐὰν μὴ ἀκούσωσιν · διὸ δῶρον θεοῦ καλεῖ τὴν πίστιν · καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ πίστις σῶσαι ἵσχυεν καθ’ ἑαυτὴν . εἰ μὴ θεὸς ἑβουλήθη διὰ τῆς πίστεως σῶσαι · ὥστε τὸ πιστεῦσαι ἡμᾶς , δῶρον θεοῦ · καὶ τὸ διὰ πίστεως σωθῆναι , δὦρον θεοῦ .
οὐκ ἐξ ἔργων , ἵνα μή τις καυχήσηται . οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι . ἀλλ’ ὅτι οὐδεὶς ἴσχυεν ἐξ ἔργων σωθῆναι εἰ μὴ διὰ πίστεως · ἐπεὶ οὖν οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι . οὔδε καυχήσεται .
αὐτοῦ γάρ ἐσμεν ποίημα , κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς , εἶτα ἵνα μὴ ἀκόυσαντες ὅτι οὐκ ἐξ έργων ἐσώθημεν ἀλλὰ χάριτι ῥαθυμώτεροι γενώμεθα , δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα · αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ · οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγων · ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι · ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν θεὸς εἰς τὸ περιπατεῖν · ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν .
οἷς προητοίμασεν θεός , οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν .
ἵνα ἐν αὐτοῖς περιπατήσωμεν . τὴν ἐπ’ αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ .
διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν , μνημονεύετε · καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι . μηδὲ μεμνῆσθαι τῶν προτέρων .
ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί , οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου , θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις . ἀλλότριοι ἦτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν · νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε · δείκνυσι δὲ ἐκ τούτου , τοῦ χριστοῦ τὴν κηδεμονίαν · ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν · ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον · ὑμεῖς γάρ φησιν τὰ ἔθνη · οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι · καὶ οἱ λεγόμενοι · οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον · ὡσεὶ εὶπεν , ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον · οὐδαμοῦ ἐν πνευματί · εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν · ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν .
ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ , τί μνημονέυτε · ὅτι ἧτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ · τοῦτο ἦν φησὶν τὸ δεινόν · τὸ δὲ τῆς ἀκροβυστίας , ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ · εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι ἧτε τῆς πολιτέιας τοῦ ἰσραὴλ , καὶ τοῦτο δεινόν · εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ , πλὴν ἀλλ’ ἠδέσθησαν θεὸν .
ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ , καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας , οὐκ εἶπε κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι · ὄυτε πάλιν μετέχοντες · ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσι τὴν ἀλλοτρίωσιν .
ἐλπίδα μὴ ἔχοντες , καὶ ἄθεοι ἐν τῷ κόσμῳ . οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα , εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας · ὑμᾶς δὲ φησι τὰ ἔθνη μὴ δὲ ὅλως ἔχοντας ἐλπιδα σωτηρίας · καὶ ἄθεοι ἦτε καίτοι ἐκεῖνοι προσεκύνουν θεοὺς ἀλλ’ οὐκ ἥσαν φησὶ ἀθεόι · υμεῖς οὖν φησιν ἄθεοι ἦτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον εἴδεσαν μέντοι θεόν .
νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει . δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν · τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν · ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι , τοσόυτω μᾶλλον δείκνυται τοῦ θεοῦ πρόνοια περὶ αὐτούς .
ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ . Αὐτὸς γάρ ἐστιν εἰρήνη ἡμῶν , τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρέσεως ἐστιν οὐτό που · οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ · καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε · οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας , τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἵματι φησι τοῦ χριστοῦ · τουτέστιν διὰ τοῦ αἵματος αὐτοῦ · αὐτὸς γὰρ τὸ αἷμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν , πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστι φησὶν εἰρήνη ἡμῶν · πρὸ γὰρ τῆς ἐνανθρωπήσεως , βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις .
ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν · τοῦτο δὲ λέγει οὐχ ὅτι εἰς τὴν τῶν ἰουδαίων ἡμᾶς πολιτείαν ἤγαγεν . ἀλλ’ ὅτι ἐκείνους καὶ ἠμᾶς διαζεύξας τῶν πατρῶν ὠν ἐθνῶν καὶ παραδώσεων καὶ ἀλλήλοις συζεύξας , εἰς τὴν ἑαυτοῦ πίστιν ἤγαγεν χριστός · πλὴν τὰ ἔθνη μάλιστα εὐχαριστεῖν ὀφείλομεν ὅσω καὶ μάλιστα ξένοι ἦμεν .
καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας , τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ , μεσότοιχον φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τε καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἡμετέρων ἐγίνετο παραπτωμάτων · ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου · οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰ μεσον ὑμῶν καὶ ἐμοῦ ; ποῖον δὲ μεσότοιχον , τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν · ἐν τῇ σαρκί · τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ · εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν , οὐκ ἂν ἐλύθη ἁμαρτία χωρίζουσα ἡμᾶς ἀπὸ τοῦ θεοῦ .
τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν , καταργήσας · ἐπειδὴ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς · ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι , ἔλυσεν καὶ αὐτὸν τὸν νόμον . ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παῖδα · ἐπεὶ δὴ παρήκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ . δέον κολάσαι · καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν · τῇ πίστει οἶς αὐτὸς εἶπεν ἐγὼ δέ φησι λέγω ὑμῖν ·
ἵνα τοὺς δύο κτίσῃ ὁρᾶς ὅτι οὐχ ἔλλην γέγονεν ἰουδαῖος · ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον ; κτίση φησὶ · δεικνὺς τὴν ἀναγέννησιν · εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινα καὶ πιστὸν ἄνθρωπον · καὶ τοῦ γήρους τῶν ἁμαρτιῶν ἀλλότριον ·
καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους πρὸς τὸν θεὸν καὶ ἀνθρωπούς οὐ γὰρ ἄν ποτε κατηλλάγησαν τῷ θεῷ μένοντες ἰουδαῖοι καὶ ἔλληνες · ὅτι γὰρ πρὸ τούτου σφόδρα ἦσαν ἀκατάλλακτοι πρὸς τὸν θεὸν . δείκνυσιν ἔμφασις τοῦ ἀποκαταλλάξει .
διὰ τοῦ σταυροῦ , ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ · πῶς δὲ ἀποκατήλλαξεν τῷ θεῷ · ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ · διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν , καὶ τὴν ἔχθραν ἔλυσεν · οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας · τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ · πῶς οὖν ἐμφάητις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες · αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν .
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς · μηδένα πέμψας · ἀλλὰ αὐτὸς ἑαυτῷ διακονησάμενος · μακρὰν δὲ τα ἔθνη καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους .
ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα . τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν · οὐ γὰρ ἀφ’ ἐαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματι · οὐκ ἐκεῖνοι μὲν , ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐν ἐλάσσονι · διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας . προσήγαγεν τῷ πάτρι ·
ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι , ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξεσθαι τῶν οὐρανιών , ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων · νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν , τὴν οὐρανίον ἱερουσαλὴμ · ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶτον ἁβραάμ φησιν .
καὶ οἰκεῖοι τοῦ θεοῦ , ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον ἐκεῖνοι φησὶν μυρίοις πόνοις . τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται · τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους , τῶν ἐθνῶν σημάναι θέλων , ἐποικοδομηθέντες φησιν · ὡσεὶ εἶπεν · θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι , ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε . ἵνα γένησθε οἱ πάντες εἰς ἔν ναὸς θεοῦ · οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι .
τῶν ἀποστόλων καὶ προφητῶν , ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι .
ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ , αὐτὸς γὰρ καὶ τὸν θεμέλιον καὶ τὸ οἰκοδόμημα συνέχων καὶ συσφίγγων · καὶ ὅρα · ποτὲ ἄνωθεν συσφίγγειν αὐτὸν λέγει , ἔνθα κεφαλὴν αὐτὸν λέγει · ποτὲ κάτωθεν ἐπὶ τοῦ ἀκρογονιαίου · ἀλλαχοῦ δὲ καὶ θεμέλιον φησὶ τὸν χριστὸν .
ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ᾦ ἀκρογωνιάιῳ .
συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν · ἅμαδηλῶν μὴ ἅλλως εἰς ναὸν ἄξειν ἅγιον ὅλως σώζεσθαι , εἰ μὴ μετὰ ἀκριβείας καὶ ἠκριβωμένου βίου .
αὔξει εἰς ναὸν γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη , ἀποτελεῖται νὰος θεοῦ · ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι . καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων ·
τὴν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρηκεν , ταύτην δὲ τῶν ἐν ἐφέσῳ .
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι . διὰ πνευματός ἐν πνευματικῇ οἰκοδομῇ .
τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος . τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν . ἀλλ’οὕτως ᾧκονόμησεν χάρις τοῦ θεοῦ . ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι · χάριτος γὰρ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἰν’ εὐπειθέστερος γένηται .
τῆς δοθείσης μοι εἰς ὑμᾶς , αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε .
ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον , μυστήριον γὰρ ἀληθῶς τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας . εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν · καὶ αὐτὸ ἀπεκάλυπτο αὐτῷ .
καθὼς προέγραψα ἐν ὀλίγῳ , τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας · ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐπωκοδομήθη καὶ ὅσα τοιαῦτα · ἐν ὀλίγῳ πρὸ ὀλίγου . διὰ βραχέων .
πρὸς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ · βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν , ἀλλ’ ὅσα ἐχώρουν νοεῖν · σύνεσιν δέ φησιν ὅπως τὸ μυστήριον συνῆκεν · ὅπως αὐτὸ κατενόησεν σύνεσις γάρ ἐστιν εἴδησις ἡγνῶσις ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ .
ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων , ὅπερ μυστήριον ἑτέραις φησὶν γενεαὶς οὐκ ἐγνωρίσθη · πάντα δὲ ταῦτα εἰς μυστήριον τοῦ χριστοῦ συντελεῖ · ἐνανθρώπησις · σταυρός · ἀνάστασις · ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα · κλῆσις τῶν ἐθνῶν · διὰ τῆς πίστεως σωτηρία . ἐκ βολὴ τοῦ κατὰ σάρκα ἰουδάιου · συνάφεια τῶν Β λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα · δευτέρα παρουσία · καὶ ἀν τὰ ἀπόδοσις τοῦ κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα .
ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ ἥδεσαν ; πῶς οὖν χριστος φησιν μωυσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν · καὶ πάλιν περὶ τῶν γραφῶν φησιν · ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι · καὶ φαμέν · τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη · εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς τῶν ἀνθρώπων · νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο · ὅτι οὐ δὲ οἱ προφῆται εἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς · ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας .
ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἀποκάλυψις τῶν τοιόυτων · ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται · ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη , ἤδεσαν οἱ προφῆται · ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχοι ἔσται , οὐκ ἤδεσαν .
εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῷ ἓν ἔχειν δὶα χριστὸν σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη .
τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ , διὰ τοῦ εὐαγγελίου , οὗ ἐγενόμην διάκονος βασιλέια μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς · διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα · τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν δηλὸν καὶ πρόξενον .
κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ , τὴν δοθεῖσάν μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών · οὐδὲν γὰρ ἔργον ἐμὸν συνεισήνεγκα φησι τῇ χάριτι τάυτῃ · ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα .
κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ . καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι χάρις αὕτη , ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν · εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου .
ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης · ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν ἑαυτόν · νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει · ἐμοὶ οὖν φησιν ἐδόθη χάρις αὕτη · καὶ εἰκότως χάρις · ἤγουν τῶν πάντων ὥς φησιν ἐλαχιστοτέρω τὸ κήρυγμα τῶν ἐθνῶν ἐπετράπη .
ἐδόθη χάρις αὕτη , ἐν τοῖς ἔθνεσιν ποία χάρις , τῷ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι .
εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ , εἰ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν . τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ πολυπραγμονεῖν .
καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη ἤδεισαν τινες διὰ τοῦ πνευματός · ὅτι δὲ τὸ ἐπὶ τὸ δὲ ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ ἤδεισαν · τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον .
τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη , ἀλλ’ ἄνωθεν ἐδέδοκτο · εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀγάθων ἀξιωθήσονται · εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο τίς ἦν ἀποκαλύπτων .
τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ , γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ , καὶ τοῦτο δι’’αυτοῦ ἀπεκάλυψεν .
ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς τοῦ ἰακὼβ ἤδεισαν · καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων · ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται , οὐκ ἥδεσαν · εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ ἥδεσαν , δῆλον ὡς οὐδὲ ἄγγελοι ἀρχάγγελοι .
διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμάθομεν . τότε κακεῖνοι δι’ ὑμῶν · ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν δηγούμενοι
πολυποίκιλος σοφία τοῦ θεοῦ , οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος · οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων · τουτέστιν κατὰ πρόγνωσιν καὶ πρόειδησιν καὶ οἰκονομίαν · νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει .
ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν · δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν .
ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ . προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ · προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι · οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι · ἐφ’ οἷς ἡμᾶρτομεν . ἀλλὰ μετὰ παρρησίας φησὶ , καὶ παρρησίας οὐχ ἁπλῶς , ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει · ἁγιάσας γὰρ ἡμᾶς · διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος , προσήγαγεν θαρροῦντας λοιπὸν · τὸ προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν .
διὸ αἰτοῦμαι διό φησιν αἰτῶ μὴ ἐκ κακεῖν μὴ δὲ θορυβεῖσθαι ἐν ταῖς θλίψεσι μου · αἵτινες ὑπὲρ ὑμῶν δι’ ὑμᾶς εἰσί μοι · πῶς ; ὅτι ὅυτως ἡμᾶς ἠγάπησεν θεὸς , ὥστε καὶ τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι · ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ ;
μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν , ἥτις ἐστὶν δόξα ὑμῶν . ἐπειδή φησι τοσαῦτα ἔθνη ἐπιστέυθην . ἀνάγκη ἐστὶ καὶ δεδέσθαι παρὰ τῶν ἀντιλεγόντων τῷ κηρύγματι .
τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ , ἐπειδὴ ὅυτως ἠγαπήθητε παρὰ θεοῦ . δέομαι φησιν ὑπὲρ ὑμῶν .
ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται , ἐπὶ μὲν γῆς , πατριὰς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῷ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ · πατριὰς τὰ συστήματα λέγει · αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν .
ἵνα δῴη ὑμῖν , κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ , δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπολογίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά · δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι · τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου · τὸ δὲ κραταιωθῆναι , ὡς πρὸς τοὺς πειρασμοὺς νόει .
εἰς τὸν ἔσω ἄνθρωπον , κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον · ἀντὶ τοῦ ἵνα φησι ναὸς θεοῦ γένησθε · καὶ οὐχ ἁπλῶς κατοικῆσαι , ἀλλ’ ἐν ταῖς καρδίαις ὑμῶν · μηδέν φησιν ἐπιπόλεον · γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι , τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον εἰ συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ .
διὰ τῆς πίστεω ἐν ταῖς καρδίαις ὑμῶν · πῶς δὲ ἔσται τοῦτο , διὰ τῆς πίστεως φησὶ καὶ διὰ τοῦ ἐν ἀγάπῃ εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους ὑπὸ μὴδενον κινουμένους .
ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν ἐπέυχομαι φησὶν ἵνα ἐξισχύσητε καταλαβέσθαι · πολὺ δὲ ἔδειξεν τὸν κάματον τῷ τε ἐξισχύσαι · καὶ τῷ καταλαβέσθαι εἰπεῖν .
τὸ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι · σφάλμα καλλιγραφικόν δέον κατ’ αἰτιατικὴν γράψαι ἐρριζωμένους καὶ τεθεμελιωμένους · εἰ μὴ τοῦτο , κατ’ ἔθος ἀρχαικῆς συντάξεως ἐχρήσατο θεῖος παῦλος · ἀντι αἰτιατικῆς · μετοχικὴν εὐθεῖαν · πολὺ δὲ καὶ παρὰ τοῖς ἔξω τοιοῦτον σχῆμα · καὶ μάλιστα παρὰ θουκυδίδῃ · εἰ δὲ δεῖ καὶ τὴν εὐθεῖαν · ἀλλὰ μὴ κατὰ ἀντίπτωσιν ἐκλαβεῖν , καὶ ὅυτως τὸ ἀκόλουθον φυλαχθήσεται · καθ’ ὑπερβατὸν τὴν σύνταξιν ποιουμένων · ᾧ καὶ μάλιστα σχήματι κεχρημένος θεῖος παῦλος · οἷον ἵνα ᾗ συντεταγμένον τὸ ῥητὸν οὕτως · ἵνα ἐν ἀγάπῃ ἐρριζωμένοι ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ τὰ ἐξῆς .
τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος .
καὶ ὕψος , οἷον τοῦ μυστηρίου .
γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ , ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ . καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω · ἔστι μεν γάρ φησιν ὑπεράνω πάσης γνώσεως · πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα · ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν πλήρωμα τοῦ θεοῦ · πλήρωμα δὲ θεοῦ ἐστιν τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματικὶ ἁγίω προσκυνεῖται ἡμῖν θεὸς · ἵνα ἦτε φησιν πάσης ἀρετῆς πεπληρωμένοι ἧς πλήρης θεὸς .
τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν . ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα · καὶ οὐ μόνον πάντα , ἀλλὰ καὶ ὑπὲρ ἅπαντα · αὐτῷ φησιν δόξα ἀμήν ·
ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα νοοῦμεν , κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν , καὶ ὅτι ἐκπερισσοῦ ὦν αἰτούμεθα νοοῦμεν δυνατός ἐστι ποιῆσαι , δῆλον ἐκ τῆς ἐνεργούσης δυνάμεως αὐτοῦ · τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν · ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ · ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν .
αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ ἰησοῦ , εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων . ἀμήν . ἐπειδὴ δεῖ τὸν τοσαῦτα δωρησάμενον δοξάζεσθαι · ὥστε καὶ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν ὑπηργμένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν · καλῶς δὲ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις · ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν · ἐν ταύταις εἴ φησὶν δόξα τοῦ θεοῦ · ἵνα ἡμῖν ᾐ διηνεκῶς δοξαξόμενος . καὶ εἰς πάσας ἔλθη τοῦτο γενεάς .
ὅτι τῇ ἐκκλησία ἐπέυχεται · ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ · καὶ μήποτε παρατραπῆναι · τὸ δὲ ἐν χριστῷ ἰησοῦ . σὺν χριστῶ ἰησοῦ νόει , διὰ χριστοῦ ἰησοῦ · διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι .
παρακαλῶ οὖν ὑμᾶς ἐγώ , δέσμιος ἐν κυρίῳ , διὰ τὸν κύριον φησὶν δέσμιος · βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ χριστὸν · βαβαὶ ὅσα εἶπεν μακάριος ἰωάννης εἰς τὴν ἅλυσιν τὴν παῦλου · καὶ αὐτὸς γὰρ ἀπόστολος ταύτην προβάλλεται · ὡς δι’ αὐτῆς δυσωπήσων αὐτούς .
μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος , μετὰ μακροθυμίας , ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ , τουτέστιν ἐν παντὶ πράγματι · ἐπὶ παντὸς προσώπου · αὐτὸ γάρ ἐστιν ἀξίως τῆς κλήσεως περιπατῆσαι · μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων · ἔνθα γάρ ἐστιν ἀγάπη , πάντα ἐστὶν ἀνεκτά .
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσῳ τῆς εἰρήνης . καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχον , οὕτως καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη · τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάμποντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς ἓν σῶμα · ταύτην φυλάξωμεν τὴν ἑνότητα τὴν διὰ τοῦ ἁγίου πνευματός δοθεῖσαν ἡμῖν · ἥτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης .
ἓν σῶμα καὶ ἓν πνεῦμα , γένεσθε φησιν ὅυτως συνηνωμένοι · ὅυτως ἀλλήλων κηδόμενοι · ἐκ τούτου γάρ φησιν · ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες · τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός · ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι · οὐχ ἓν δὲ πνευμᾶ · ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ · ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα · ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ .
καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας · πᾶσιν ἀθανασίαν · πᾶσι ζωὴν αἰώνιον ἐπηγγέιλατο · πᾶσιν δόξαν ἀθάνατον · πᾶσιν ἀδελφότητα · πᾶσι κληρονομίαν ἐπηγγέιλατο · κοινὴ πάντων ἐγένετο κεφαλή · πάντας συνήγειρε καὶ συνεκάθισεν · εἰ τοίνυν ἐν τοῖς πνευματικοῖς φησιν τοσαύτην ἔχετε κοινωνίαν · ὀφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει .
τῆς κλήσεως ὑμῶν . πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη .
εἷς κύριος , μία πίστις , ἓν βάπτισμα , ἰδοὺ καὶ ἄλλη κοινωνία · εἰς ἡμῖν κυριός · μία πίστις · ἒν βάπτισμα · οὐδεῖ οὖν ἡμᾶς διεστάναι .
εἷς θεὸς καὶ πατὴρ πάντων , ἐπὶ πάντων , καὶ διὰ πάντων , καὶ ἐν πασῖν ἡμῖν . ἰδοὺ καὶ ἄλλη κοινωνία , ἀγάπης πρόφασις · τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν · καὶ ἐπὶ πάντων · τουτέστιν ἐπάνω πάντων · καὶ διὰ πάντων · τουτέστιν προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐν πᾶσιν ἡμῖν · τουτέστιν ἐνοικῶν ἐν πᾶσιν ἡμῖν .
ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ . εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ · πόθεν ὁδεῖνα μὲν μεῖζον · δεῖνα δὲ , ἔλαττον ἔχει χάρισμα · τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἐνῆγε καὶ φησὶν · ἑκάστω ἐδόθη χάρις · τουτέστιν τὸ χάρισμα καὶ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ · ὡσεὶ εἶπεν · εἰ αὐτὸς ἐμέτρησεν , πάντως ὅτι καλῶς ἐμέτρησεν , πάντως καὶ συμφερόντως · καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν , ὑπὲρ μὲν οὗ ἔλαβες , εὐχαρίστει , ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες , μὴ φθόνει · δωρεὰ γὰρ ἐστιν · ὡσεὶ εἶπεν · οἶδεν μετρήσας καὶ δωρησάμενους . πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν · τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται · τὰ δὲ χαρίσματα , δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος .
διὸ λέγει , ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν , καὶ ὅτι φησὶν χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς μετρήσας ἔδωκεν , ἄκουε φησι τοῦ δαυῖδ · τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν · τίνα δὲ ἥχμαλώτευσεν , ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν · πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον , αἰχμαλώτους εἶλεν ἡμᾶς · οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι · ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ .
καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε τοῦ χριστοῦ τὰ δόματα · τί ἀδημονεῖς πολύ μὴ ἔχων · φθονεῖς τῷ ἔχοντι · ὧδε μὲν , ὅυτως · παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα · καὶ τὸ μέγα λαβὼν , καὶ τὸ μὴ τοιούτον · καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα · οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινα τοῦ λαβεῖν · τίς οὖν φθονήσει ἐν τῷ διά τί εἰληφότι πρὸς ἑτέρων ὠφέλειαν · ὅσον γὰρ μεῖζον τὸ χάρισμα , τοσοῦτον ἀκριβέστεραι αἰ εὐθύναι .
τὸ δέ , ἀνέβη , τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν φησιν ἐδεήθη προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ᾔδει ὅτι κατέβη πρῶτον · περὶ γὰρ τοῦ καταβάντος . τὸ ἀνέβη λέγει τίς .
εἰς τὰ κατώτερα μέρη τῆς γῆς ; τουτέστιν μεθ οὐκ ἔνι κατώτερα · λέγει δὲ τὸν ᾄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν · ὅυτως γὰρ λέγειν εἰώθαμεν · διὸ καὶ ἰακώβ φησι · κατάξατε τὸ γῆρας μου μετ’ ὀδύνης εἰς ἄδου · καὶ δαυιδ · καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον .
κατώτερα μέρη τῆς γῆς . τὸν θάνατον ἐκάλεσεν .
ἵνα πληρώσῃ τὰ πάντα . καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου · καὶ σαρκωθεὶς . ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ , κατέβη καὶ ἀνέβη .
καὶ αὐτὸς ἔδωκεν μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν . αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν · ἄρα οὖν οὐ χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν · εἰ γὰρ αὐτὸς ἔδοκεν , τί ἀντι λέγεις · ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα · πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ αὐτὸ τὸ πνευμᾶ · ἁλλαχοῦ τὸν πατέρα φησιν · ὡς τὸ ἐγὼ ἐφύτευσα · ἀπολλῶς ἐπότισεν . ἀλλ’ θεὸς ἤυξανεν · ἐνταῦθα δὲ τὸν ὑιὸν · κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι .
τοὺς μὲν ἀποστόλους , τοὺς δὲ προφήτας , οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον · οἵ δὲ τότε προφῆται , οὐκ εἶχον ἀποστολήν .
τοὺς δὲ εὐαγγελιστάς τοὺς τὸ εὐαγγέλιον γράψαντας .
τοὺς δὲ ποιμένας καὶ διδασκάλους , τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει · τοὺς ἐπισκόπους · οἷος τιμόθεος · οἷος τῖτος ἦν .
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων , εἰς ἔργον διακονίας , εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ · ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων ; πρὸς τὸν καταρτισμόν φησιν · τουτέστιν πρὸς ἀπαρτισμόν · πρὸς πλήρωσιν · εἰς τὸ ἐντούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν · ὅσω οὖν τις μεῖζον ἔλαβε χάρισμα , τοσοῦτο μεῖζον ἔχει τὸ φορτίον · ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνῳ τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας · δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ·
μέχρι καταντήσωμεν οἱ πάντες φθάσωμεν :
εἰς τὴν ἑνόντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ , εἰς ἄνδρα τέλειον , εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν πίστιν σχῶμεν · ἕκαστος κάμνει · καὶ ἕκαστος διακονεῖ · ἑνότης γὰρ πίστεως . τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ · ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει · τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν .
τοῦ πληρώματος τοῦ χριστοῦ · πλήρωμα χριστοῦ φησιν · τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν · οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν · ὅτι ἐκ θεότητος · εἰς μίαν ὑπῆρξεν ὑπόστασιν · ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης . ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ · ὡσεὶ ἔλεγεν · μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν · τῆς ὀλοτελοῦς τοῦ χριστοῦ πίστεως καὶ γνώσεως .
ἵνα μηκέτι ὦμεν νήπιοι , δείκνυσιν τοῦτο παθόντας αὐτοὺς πάλαι · ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς . καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές · νηπιόυς δὲ τῇ πίστει φησιν .
κλυδωνιζόμενοι καὶ περιφερόμενοι νηπίων γὰρ ὄντως . τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων .
παντὶ ἀνέμῳ τῆς διδασκαλίας , εἰπὼν κλυδωνιζόμενοι , ἔμεινεν τῇ τροπῇ , καὶ ἄνεμον διδασκαλίας προσειπών .
ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων , ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης · κυβευταὶ λόγων λέγονται · οἱ ποτε μὲν τοῦτο · ποτὲ δὲ ἐκεῖνο διδάσκοντες · καὶ μετα βαίνοντες ἀεὶ · ἀπὸ τούτου εἰς τοῦτο πανούργως · τοιοῦτοι οἱ αἱρετικοί · οἱ δὲ τοιοῦτοι φησι · καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης · πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι .
ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα , ὅς ̓στιν κεφαλή , χριστός , ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσιν περὶ ὦν λόγος · ἡμεῖς δὲ , ἀληθεύτες ἔντε δόγμασι καὶ βίῳ καὶ λόγῳ ἐν ἀγάπη · ἄλλως γὰρ οὐκ ἔνι ἀληθέυειν , αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν πάντα τὰ ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα .
ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμςβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας , κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους , καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ τὸ ζωτικὸν τὸ ἀπ’ ἐγκεφάλου διὰ τῶν εὐρῶν κατιὸν · οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεσιν δύναμιν · ἀλλὰ τῷ μὲν πλεῖόν δέξασθαι δυναμένω τόπω , πλεῖον δίδωσι · τὸ δὲ ἔλαττον , ἔλαττον · ὅυτως καὶ χριστὸς · καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν αὐτοῦ καὶ εἰς αὐτὸν ἀποκεκρεμαναι . πνευματικὴ αὐτοῦ δύναμις καὶ τῶν χαρισματων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου αὐτοῦ μέλους προσαπτομένη , τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας · διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας · τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῇ καὶ οἷον ἐρευνῃ τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομέναι · ἐκεῖνη γὰρ ἀπὸ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις · ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπομένη ὅυτως ἐνεργεῖ · ὡς ἂν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον · ὡσει ἐλεγεν · τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξομεν · τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέων ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται · καλῶς δὲ προσέθηκεν ἐν ἀγάπῃ . ἄνευ γὰρ ταύτης . οὐκ ἂν εἰς τινα καταβαίη τὸ πνευμᾶ τὸ ἅγιον .
τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ αὔξων γὰρ τὴν ἐκκλησίαν χριστὸς πμευμαυτικῶς τε καὶ αἰσθητῶς , ἑαυτὸν οἰκοδομεῖ · ἐπειδὴ τὸ ἴδιον αὐξει σῶμα · καλῶς δὲ τὸ ἐν αγάπῃ · ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προς εῖναι , οὐδὲν ἡμῖν τούτων ἔσται .
τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ , μηκέτι ὑμᾶς περιπατεῖν , καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι · μαρτύρομαι φησιν ἐν κυρίω · τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν · ὅρα δὲ σοφίαν · οὐκ εἶπεν μηκέτι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε · ἔπληξεν γὰρ ἄν · ἀλλὰ τοῦτο μὲν , ἐδήλωσεν · ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα ·
ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν , εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν .
ἐσκοτισμένοι τῇ διανοίᾳ , ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν · τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζον , ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν · ἔνθεν γίνεται πώρωσις τῆς καρδίας ὅπερ παρακατιών φησιν · οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία · τὸ γὰρ ἐσκοτισμένον ἀναίσθητον .
διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς , εἰ οὖν ἀγνοσῦσι φησι καὶ εἰ πεπώρωνται , οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶ καὶ τιμωριῶν , ἀλλὰ μάλλον τοῦ μαθεῖν · ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην · οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρἐδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης · δείκνυσι γὰρ ὅτι τῆς ἁγνόιας καὶ τῆς πωρώσεως βίος αὐτοῖς αἴτιος · δε βίος , ἐξ οἰκείας γέγονε ῥαθυμίας καὶ ἀναλγησίας · ἑαυτοὺς γὰρ φησι παρέδωκαν · ὅταν οὗν εἰς τὴν πρὸς ῥωμαίους εὐρης παρέδωκεν αὐτοὺς θεὸς εἰς ἀδόκιμον νοῦν , κατὰ τὴν ενταῦθα διάνοιαν αὐτὸ νόει · συνεχώρησεν γὰρ θεὸς παραδοθῆναι αὐτοὺς ἐπόιησαν .
διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν · διὰ τὴν ἀναισθησίαν · ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις . τῷ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ .
οἷον ἀναλγηκότως ἐσχηκότες καὶ ῥαθυμήσαντες · καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ .
παρέδωκαν τῇ ἀσελγείᾳ , πῶς γὰρ ἐν ἀσελγείᾳ ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν · οὐκ οὖν αἰτία τῆς ἀγνόιας , ἀσέλγεια ἥτις κατὰ γνώμην ἁμαρτάνεται .
εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ . ὡς ἔργω φησι τὸ ἀσελγαίνειν ἐχρήσαντο καὶ πλεονεκτεῖν · ἄρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγαίνειν ; μὴ πλεονεκτεῖν ; παντί πουδῆλον · ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν τύφλωσις ;
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν , εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτῳ φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις · τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε , ἅγιος ἰωάννης βεβαιότερον ἐδέξατο . Καθώς φησιν αὐτὸν ἠκούσατε · δύναται δὲ τις καὶ ἐναμφιβολίᾳ αὐτὸ δέξασθαι · ἵνα μᾶλλον αὐτοὺς πλήξη · ὡσεὶ εἶπεν · ἀμφιβάλλω γὰρ εἴ τις τὸν χριστὸν ἀκούσας ὡς διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει .
καὶ ἐν αὐτῷ ἐδιδάχθητε , καθώς ̓στιν ἀλήθεια ἐν τῷ ἰησοῦ · ἀποθέσθαι ὑμᾶς , κατὰ τὴν προτέραν ἀναστροφήν , τὸν παλαιὸν ἄνθρωπον , τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ . δύνη καὶ τῷ ἄνῳ ἁρμόσαι · οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε · τί ἐδιδάχθημεν · καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην · ψευδός γὰρ ἐστιν ἁμαρτία · καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια , ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε · κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε · δύνη δὲ καὶ τῷ επομένῳ ἁρμόσαι αὐτό · καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς · τοῦτο γὰρ ἐδιδάχθητε · καὶ αὐτό ἐστιν ἐν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις .
παλαιὸν ἄνθρωπον οὐ τὴν φύσιν ὠν οὐρανούσεν ἀλλὰ τὴν τῆς ἁμαρτίας ἐνέργειαν .
ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν , ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματός τοῦ ὄντος ἐν τῶν ᾧ ὑμῶν · τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων · καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματικι γίνεσθαι λέγει · οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα · ἀλλὰ διὰ πνευματὸς ἀνακαίνησις · μετανοίας ἡγουμένης · καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζυούσης .
καὶ ἐνδύσασθε · ἐνεδύσασθε φησιν ἐν τῷ βαπτίσματι · ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς .
τὸν καινὸν ἄνθρωπον , ὁρᾶς ὅτι ἑκούσιον ἐστι τὸ πρᾶγμα καὶ μᾶλλον εὐχερές ; καινὸν δὲ ἄνθρωπον φησι · τὸν ἐν ἀρετῇ διαζῶντα ὥσπερ παλαὶον , τὸν ἐν ἁμαρτίαις .
τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι γὰρ ἐν ἀρετῇ ζῶν , κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται · δικαιοσύνη δὲ . καθολικὴ λέγεται ἀρετῆ · ὁσιότης δὲ , καθαρότης .
τῆς ἀληθείας . ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης · ἀλλὰ τυπική . περὶ γὰρ σώματος κάθαρσιν ἠσχόλητο · ἀλλὰ μὴ ταύτην · ἀλλὰ τὴν ἐν ψυχῇ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε · αὔτη γὰρ τῆς ἀληθείας · ἤν δικαιοσύνην ἀληθείας λέγει , πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει .
διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ · ὅτι ἐσμὲν ἀλλήλων μέλη . εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς · λοιπὸν καὶ ἰδικῶς αὐτὸν διαγράφει · καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκρύπτει ὡς ἀπὸ οἰκείων μελῶν · ὡσεὶ εἶπεν · μὴ , ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγεῖν τοῖς ποσίν ; χείρψηλα φήσασα τι πονηρὸν , ψεύδεται τὰ λοιπὰ μέλη ; ὅυτως φησι καὶ ὑμᾶς χρὴ διακεῖσθαι .
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε · ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρουργισμῷ ὑμῶν · εἶπεν μὴ ψεύδεσθε · ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος , ὀργῆς πρόφασιν παρεῖχε φησι · καλὸν μὲν τὸ μὴ ὀργίζεσθε καθόλου · εἰ δὲ συμβῇ τὸ τοιοῦτο . κἂν μὴ πρὸς τὴν ἁμαρτίαν ἐξαχθῆτε , μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος · ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι · λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέναι τὸν ἥλιον · καὶ ἵνα μὴ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεπωτέραν ἐργάσηται τὴν πυράν .
μηδὲ δίδοτε τόπον ἥκουσα τινων ἑρμηνεσάντων , μία φησὶν ἀναμάρτητος ὀργὴ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη .
ὅτι τοῦ ἄνω ἤρτηται · μὴ ἐπιδυέτω φησὶν ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν · ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν . πλεόν ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν .
τῷ διαβόλῳ . ὥστε τὸ ἀλλήλους πολεμεῖν , τόπον ἐστὶ τῷ διαβόλῳ διδόναι καθ’ ἡμῶν αὐτῶν .
κλέπτων μηκέτι κλεπτέτω · ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου · ποῦ δὲ νῦν εἰσιν οἱ ῥύπου γένοντες · ἑαυτὸυς δὲ καθαροὺς ἐπικαλοῦντες . καὶ τὴν μετάνοιαν μὴ δεχόμενοι · ἰδοὺ γὰρ φανερῶ ἀκούουσιν · κλέπτων μὴκετι κλεπτέτω .
μᾶλλον δὲ κοπιάτω , ἐργαζόμενος τὸ ἀγαθόν ταῖς χερσίν , ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι . οὐ γὰρ ἀρκεῖ παύσασθαι ἁμαρτίας τὸν μετανοοῦντα , ἀλλὰ καὶ τὴν ἐν αντίαν αὐτοῖς δευτέον αὐτῷ · κοπίατω δὲ εἰπὼν , τὸ ἐπίπονον τοῦ ἔργου ἐδήλωσεν · τὸ ἀγαθόν φησιν · καὶ γὰρ κλέπτων , ἐργάζεται , ἀλλὰ κακόν .
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω , σαπρὸν τὸν ἀργὸν καὶ εἰκαῖον καλεῖ , τὸν σεσηπότα καὶ δυσώδη · τί γὰρ λοιδορίας . καταλαλιᾶς · αἰσχρολογίας εὐτραπελίας , δυσωδέστερον πλεόν σεσηπός .
ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας , τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις · δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περιτρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων .
καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ , ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως . φοβερόντι λέγει · δείκνυσι γὰρ ὅτι πᾶς σαπρὸν λόγον λαλῶν , λυπεῖ τὸ πνευμᾶ τὸ ἅγιον · εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός · φοβερώτερον τὸν λόγον ποιεῖ · ἐν ᾧ φησιν ἐσφραγίσθητε .
πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν , σὺν πάσῃ κακίᾳ · πικρίαν μὲν λέγει , τὴν δεινότητα καὶ τὴν κατασκευήν · δὲ θυμὸς . γεννητικός ἐστι τῆς ὀργῆς · ἐκ δὲ τῆς ὀργῆς , κραυγὴ πρόεισιν · ἐκ δὲ ταύτης , βλασφημία οἶον ἡλοι δορία · ταῦτατοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν · οὐ λέγει κατεχέσθω ἠκολαζεσθω · ἀλλὰ τὴν παντελῇ αὐτῶν δηλῶν ἀναίρεσιν , ἀρθήτω φησὶν σὺν πάσῃ κακίᾳ · ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οἳ οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν · ἀλλὰ κατὰ ψυχὴν ἔχοντες , ἀμύνονται ἐν καιρῷ τὸν λυπησάντα · βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι .
γίνεσθε δὲ εἰς ἀλλήλους οὐδὲ γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἀποχὴ ἀπαλλέξαι τιμωρίας . εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται · καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ ευώνυμων · οἳ οὐδὲν ἐγκαλοῦνται κακόν · ἀλλ’ ὅτι μὴ ἔθρεψαν καὶ ἐπότισαν · καὶ ἐσκέπασαν · ἅπερ ἐστι τῶν καλῶν ἐργασία · δεῖ οὖν ἡμῖν καὶ καλῶν ἐργασίας · διὸ τὰ φαῦλα ἀνελὼν παῦλος , ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ .
χρηστοί , εὔσπλαγχνοι , χαριζόμενοι ἑαυτοῖς , χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς · ἔυσπλαγχνοι , ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας · τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ἐστι συγγνωμονικοὶ γίνεσθε , πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν .
καθὼς καὶ θεὸς ἐν χριστῷ ἐξαρίσατο ὑμῖν . μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν · ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς , μέλλουσιν πιστέυουσιν , ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν · χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ θεὸς ἐν χριστῷ ἐχαρίσατο ὑμῖν · τι ἐστιν ἐν χριστῷ · τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ · διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ · καὶ σὺ μὲν φησιν , ἀκινδύνως χαρίζῃ . δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ ἐχαρίσατο ὑμῖν · ὁρᾶς ὑπερβολήν .
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ , ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένῳ . τὸ γενέσθαι μιμητὴν τοῦ θεοῦ .
ὡς τέκνα ἀγαπητά · ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ · μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν · μιμεῖσθαι τὸν πατέρα ὑμῶν · εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά · τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς μίμησις .
καὶ περιπατεῖτε ἐν ἀγάπῃ , καθὼς καὶ χριστὸς ἠγάπησεν ἡμᾶς , καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας . ἰδοὺ πάντων τῶν καλῶν ῥίζα · τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦνται · καθώς φησιν χριστὸς ἡγάπησεν ἡμᾶς · καίτοι οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον · μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἡγάπησεν , σὺ δὲ φησιν τοῦτο · κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι · καὶ μὲν χριστὸς , ἑαυτὸν εἰς θάνατον παρέδωκεν , σὺ δὲ , ἀκίνδυνος καὶ ἀζήμιος ἔσται πρὸς τὸν πλησίον ἀγάπη · εἰ δὲ ἐχθροὺς ἀγαπήσεις , κατὰ μίμησιν τοῦ χριστοῦ . γενή καὶ σὺ θυσία τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη · ὅυτως χριστὸς γέγονεν · ὅυτως καὶ ἡμεῖς εἂν θελήσωμεν , ἐσόμεθα .
πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας . ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τῆς πορνείας · καὶ γὰρ καὶ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις πέρ ἐστι τοῦ θυμικοῦ . τότε εἶπεν · οὑ μοιχέυσεις ὅπερ τοῦ ̓πιθυμητικοῦ καθέστηκεν · καθάπερ γὰρ πικρία καὶ ἡκραυγὴ καὶ κακία καὶ βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν , ὅυτως τοῦ ἐπιθυμητικοῦ , πορνεία , ἀκαθαρσία · εἰ γὰρ καὶ μὴ σωμάτων , χρημάτων μέντοι ἐπιθυμεῖ .
μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν , ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύμα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους .
καθὼς πρέπει ἁγίοις · ὅυτω γὰρ πρέπει τοῖς ἁγίοις εἶναι σπουδάζουσιν .
καὶ αἰσχρότης , καὶ μωρολογία , εὐτραπελία , ὥσπερ ἄνω τὴν κραυγὴν περιεῖλεν · ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν , ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ μωρολογίαν , ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν .
τὰ οὖκ ἀνήκοντα · ἵνα μὴ δόξη φορτικός τις εἶναι · καὶ τὴν ἐτραπελίαν ἐκκόπων . ἐπάγει · τὰ μὴ ἀνήκοντα φησιν · τί γὰρ πρὸς ἡμᾶς ταῦτα · οὐδὲν κοινὸν ἡμῖν πρὸς αὐτά · οὐ γὰρ γέλωτος εὐτραπελίας παρὼν καιρὸς . ἀλλὰ πένθους καὶ ἀγῶνος · ὡσεὶ ἔλεγεν · ἐφέστηκεν δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς ; καὶ πῶς αὐτοῦ περιέστη . δυσχερὲς γὰρ ἀγωνιζόμενον αὐτοῦ περιγενέσθαι · μὴ τι γεπαίζοντα .
ἀλλὰ μᾶλλον εὐχαριστία . ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου μὴ φθέγγη , εὐχαρίστει τῷ θεῷ .
τοῦτο γὰρ ἔστε γινώσκοντες , ὅτι πᾶς πόρνος , ἀκὰθαρτος , πλεονέκτης , ὅς ἐστιν εἰδωλάτρης , οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ . ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων θεὸς · ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ · καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα . οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν . οἷα καὶ νῦν γίνεται · τί γάρ φησι τὸ ἄτοπον · εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης . καὶ πῶς πλεονεξία εἰδωλολατρία · τούτους οὖν αἰνίττεται ἀπόστολος · δηλοῖ γὰρ ἐπαγωγή · μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις · κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν .
μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις · ἄρα ἀπάτης ἐστὶ τὸ τὰ τοιαῦτα λαλεῖν .
διὰ ταῦτα γὰρ ἔρξεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας . μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν · διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ , διὰ τοὺς τοιούτους λόγους · ἀπειθείας δὲ ὑιοὺς . τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει .
ἦτε γάρποτε σκότος , νῦν δὲ φῶς ἐν κυρίῳ · ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας · σκότος ἦτε φησι · σκότος δὲ λέγει τὸν ενπλάνῃ βίον · μὴ τοίνυν παλινδρομήσητε , πρὸς τὸ σκότος .
ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως · ἐν γὰρ φωτὶ , πᾶσις τοῦ εὐσχήμου προνοεῖ .
γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι · ὡς τά γε ἕτερα , τοῦ σατανᾶ εἰσιν καρποί ·
ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους · πρὸς τοὺς πικρούς · τὸ δὲ δικαιοσύνη , ὡς πρὸς τοὺς πλεονέκτας · τὸ δὲ ἀληθείᾳ . ὡς πρὸς τοὺς ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν .
δοκιμάζοντες τί ̓στιν εὐάρεστον τῷ θεῷ · ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα .
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους , μᾶλλον δὲ καὶ ἐλέγχετε · τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν . ποῖος γὰρ καρπός · ποῖον ὅφελος ἐξ ἐκείνων · θάνατος μὲν οὖν · σκότους δὲ λέγει , τῶν ἐν πλάνῃ καὶ ἁμαρτίαις ἄνθρωπον · καὶ τί λέγω μὴ συγκοινωνεῖτε · μᾶλλον φησι καὶ ἐλέγχετε · παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων ·
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φασεροῦται · τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τῶ μὴ κρίνετε · ὧδε γὰρ τὸ ἐλέγχετε , ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε . τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι , οὐ δύνανται λανθάνειν οἱ πονηρόι · ἀλλ’ αὐτὸς ὑμὼν βίος καὶ πρὸ τῶν ἡμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν · ἐὰν γὰρ λανθάνωσιν ἀδιόρθω τοιμένουσιν · φανερούμενοι δὲ διορθωθήσονται .
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν . τοῦτο φησιν ὅτι τὰ ἁμαρτήματα εἂν φανρωθῆ , φῶς γίνεται · τουτέστιν εἰς δικαιοσύνην προτρέπεται ἐκ μετανοίας · ὅτι ἐνάρετος βίος , οὐδύναται κρυβῆναι · δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς .
διὸ λέγει , ἔγειρε καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν , καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει . καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς νεκρὸς καὶ φαντασιοῦται ὡς καθεύδων · καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς νεκρὸς πάλαι .
καὶ ἐπιφαύσει σοι χριστός . ὅτι δὲ σκότος ἐστί φησιν ἐν ἁμαρτίαις , ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν γραφὴ λαλεῖ · καὶ ὡς οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψει χριστὸς · πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας · τὸ γὰρ ἔγειρε πᾶυσον ἐστι . ταῦτα καὶ πρὸς ἀπίστους · καὶ προς πιστοὺς ἁμαρτωλοὺς ἁρμόζει · τὸ δὲ ἐπιφαῦσει , ἐπιλάμψει ἐστιν .
βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε , πρόβατα ἐστὲ ἐν μέσῳ λύκων · διὸ πολλῆς παραφυλακῆς χρεία · μὴ ἀναδέξασθαι ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα .
μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί , ἐξαγοραζόμενοι τὸν καιρόν , οἱ γὰρ σοφοὶ ἴσασιν , πῶς δεῖ περιπατεῖν · πάντα γάρ φησιν προϊέσθαι καὶ ἀγοράζειν . τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι ·
ὅυτως · καιρὸς οὐκ ἔστιν ἡμῖν βέβαιος πάροικοι γὰρ ἐσμέν · ἀγόρασον οὖν αὐτὸν καὶ ποίησον ἴδιον · πῶς δὲ τοῦτο ἐσται ; διὰ τοῦ ἐν αὐτῷ εὐαρεστῆσαι τῷ θεῷ · τότε γὰρ ὃυτως ἴδιος γίνεται . ὅτι καὶ ἐν αὐτῷ καλαὶ πράξεις ἐπακολουθοῦσιν ἐκεῖ δοξάζουσαι , ὥσπερ αἱ κακαὶ κατακρίνουσαι .
ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧραι οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο · ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων . τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν · ὡς ἡμεῖς λέγομεν κακὴν καλὴν ἡμέραν ἐποίησα . οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ φύσις τῆς ἡμέρας καλὴ κακὴ , ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων , ὅυτως αὐτὴν ὀνομάζοντες · διὰ τοῦτο καὶ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρᾳ κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα .
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες , ἐπειδὴ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν , μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ ·
ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου . θέλημα δὲ τοῦ κυριοῦ τὸ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι .
καὶ μὴ μεθύσκεσθε οἴνῳ , γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δίδοται ·
ἐν ᾧ ἐστὶν ἀσωτία , θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς .
ἀλλὰ πληροῦσθε ἐν πνεύματι , λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς , θέλεις πληροῦσθαι φησι · καὶ ὡς εἰπεῖν μη μεθύσκεσθε τοῦτο ποίει ἐν τῷ ἁγίῳ πνευματικί πληρούμενος αὐτοῦ · ἔσται δὲ τοὖτο , διὰ ψαλμῶν καὶ ὠδῶν φησιν .
ἄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ , εἰσὶ γὰρ καὶ διαβολικάι .
μὴ τοῖς χείλεσι μόνοις , ἀλλὰ καὶ κατὰ τὴν καρδίαν .
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί , διὰ γὰρ τοῦ ὀνόματος τοῦ χριστοῦ · πάντα ἡμῖν ὑπάρχει .
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ . ὅταν γὰρ ἔκαστος ἐκάστῳ ἔιη ὑποτεταγμένος · καὶ μὴ διάτι πραγμα κοσμικὸν ἄτοπον · ἀλλὰ διὰ φόβον θεοῦ , τί ἔσται λοιπὸν ἐν μέσω κακόν .
αἱ γυναῖκες , ἐὰν γὰρ ὢσιν οὗτοι ἐν εἰρήνῃ , πᾶσα οἰκία εἰρηνέυσοι καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας .
τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε , ὡς τῷ κυρίῳ . ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός,ὡς καὶ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας , βαβαὶ ὑποταγῆς ἐπίτασις · πῶς οὖν φησιν χριστὸς · ἐὰν μὴ τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ , οὐ δύναται ἀκολουθῆσαι μοι · καὶ φαμέν · ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει · τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ ὑποτασσόμεναι εἰσιν ἐκ τούτου .
καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος . καὶ αὐτὸς ἀνὴρ · καὶ γὰρ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῇ οὐκ οὖν καὶ ἀνὴρ τῆς γυναικός · ὅρα δὲ πῶς τὸ ἀρχικὸν καὶ τὸ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί · τὸ δὲ εἰκτικὸν τῇ γυναικί .
ἀλλ’ ὡσπερ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ , οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ’’ανδράσιν ἐν παντί . τὸ ἄπαν πλῆθος · ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος .
οἱ ἄνδρες , ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν , καθὼς καὶ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν . Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς · θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ; ἀγάπα αὐτὴν ὡς κυριός τὴν ἐκκλησίαν · κἆν δέειτι παθεῖν ὑπὲρ αὐτῆς · κἂν ἀποθανεῖν , μὴ παραιτήση · σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταύτην ἐπι δείξη · δὲ χριστὸς εἰς αἰσχρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν .
ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος , οἶαν οὖν εἰ λάβοις γυναῖκα . οὐκ ἄν ὅυτως ἀκάθαρτον λήψη . ἀλλ’ οὐκ ὠν είδισεν χριστὸς τὴν ἐκκλησίαν οἷαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ δὲ σὺ τὴν σαυτοῦ γυναῖκα .
καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος τουτέστιν τῷ βαπτίσματι · ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν .
ἐν ῥήματι , ποίω ῥήματι ; αὐτὸς εἶπεν τοῖς ἀποστολὸις · βαπτίζοντες αὐτούς εἰς τὸ ὅνομα τοῦ πατρὸς καὶ τοῦ ὑιοῦ καὶ τοῦ ἁγίου πνευματὸς .
ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν , οὐχ ἁπλῶς καθαρὰν , ἀλλ’ ἔνδοξον · ὥσπερ τοίνυν χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησίᾳ · καὶ σὺ κατὰ δύναμιν ἔσοτῇ γυναικί · καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς , ὅυτως καὶ συ · ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητεῖς , εἰς τοῦτο αυτὴν ῥυθμίσεις δυσειδῆ τὸν ἐν τὸ ποιοῦντα ἄνθρωπον .
μὴ ἔχουσαν σπῖλον ῥυτίδα τι τῶν τοιούτων , ἀλλ’ ἵνα ἁγία καὶ ἄμωμος . διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον .
οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα . οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα . τὸ τοῦ οἰκείου σώματος εἴρηκεν · ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν · ἀλλ’ ὡς εἰς οἰκειότερον καὶ ἐγγύτερον · ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν · εἰ γὰρ σῶμα ἐστι σὸν γυνὴ : ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν , κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου .
ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα , ἑαυτὸν ἀγαπᾷ · οὐδεὶς γάρ ποτε τὴνἑαυτοῦ σάρκα ἐμίσησεν , ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς γυνὴ , ἅκουε τοῦ ἀδὰμ λέγοντος . τοῦτο νῦν ὁστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου .
ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν καθὼς καὶ κυρίος τὴν ἐκκλησίαν · συνεχῶς τῷ τοῦ χριστοῦ χρῆται παραδείγματι . πρὸς ̓ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν .
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ . ὡσεὶ εἶπεν · γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα . φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι .
ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν ἐπὶ τῆς δευτέρας πλάσεως . ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην .
καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ , καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν . τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ .
ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης , ὅτι σῶμα ἀλλήλων εἰσίν .
τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν · πῶς μέγα , ὅτι τῷ χριστῷ ἐξὸν μένειν ἐπὶ τῆς ἰδίας δόξης . ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας . ἵνα προσκολληθῇ τῇ ἐκκλησίᾳ · καὶ ἐγένοντο οἱ δύο εἰς πνεῦμα ἔν · γὰρ κολλώμενος φησιν τῷ κυριῷ . ἓν πνεῦμα ἐστίν .
πλὴν καὶ ὑμεῖς ὡσέι ἔλεγεν · οὐχ ἀναγωγῇ τοῦ ὀνόματος καὶ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικὸν · δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι .
οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν · οἷον ἄνθρωποι · τὸ γὰρ τοῦ κατὰ ἀναγωγὴν νοήματος εἰς κοινότητα ὁρᾶ · τουτέστιν τὴν ἐκκλησίαν .
δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα . οἷδεν γὰρ ἰσοτιμία , γίνεσθαι ἀκασταστασίας ὑπόθεσις · διὰ τοῦτο μίαν ἀρχὴν εἶναι κελεύει τὴν τοῦ ἀνδρός · τί δή ποτε δὲ περὶ τῆς ἀγάπης πολλὰ διαλεχθεις , περὶ τοῦ φόβου οὐχ οὕτως ἐποίησεν · ὅτι προηγουμένως τὴν ἀγάπην εἶναι δεῖ · ὅυτω γὰρ καὶ φόβος ἔψεται · τὸ δὲ φοβεῖσθαι , νόει ὡς πρέπον γυναῖκα φοβεῖσθαι μὴ δουλοπρεπῶς .
τὰ τέκνα , ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα · νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς · ἡμὲν γὰρ γυνὴ , τῷ ἀνδρί · τὰ δὲ τέκνα , καὶ τῇ γυναικὶ ὑπόκειται .
ἐν κυριῷ · τοῦτο γάρ ἐστιν δίκαιον . τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται εὐσέβεια · τί γὰρ ὅτι προστῆσεται βούλεται πατὴρ τὴν θυγατέρα , αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν · πρὸς ἑλληνισμὸν ἀγαγεῖν · τὰ γὰρ τοιαῦτα οὐκ ἐν κυρίῳ ἐστιν .
ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται , καὶ τοι οὐκ ἔστιν αὔτη πρώτη · οὐ φονέυσεις οὐ μοιχέυσεις · ἀλλ’ ὅρα τί προς τέθεικεν · ἐν ἐπαγγελίᾳ · ἐκεῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας · ἀναχωρήσεις γάρ εἰσι κακῶν . οὐκ ἀγαθοῦ ἐργασία · αὔτη τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτη · ἀγαθοῦ γάρ ἐστιν ἐργασία .
καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς . ὅρα σοφίαν · ἐπειδὴ πρὸς νηπίους λόγος αὐτῷ · πρὸς γὰρ τὰ τέκνα λαλεῖ . αὐτὴν τὴν κειμένην ἀμοιβὴν · καὶ οὐδὲν ὑψηλόν · οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ . ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν · τί γὰρ δύτερον παισὶ τῆς μακροχρονίας · καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις τὰς φρένας . ταῦτα ἐνομοθετήθη . οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν .
καὶ οἱ πατέρες , μὴ παροργίζετε τὰ τέκνα ὑμῶν , οὐκ εἶπεν ἀγαπᾶτε · τοῦτο γὰρ αὐτοὺς φύσις καὶ ἄκοντας ἀπαιτεῖ . ἀλλὰ μὴ παροργίζετε · τουτέστιν μὴ ἀποκληρονόμους · μὴ ἀποκηρύκτους ποιεῖτε · μὴ φορτικὰ καὶ δούλοις πρέποντα ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε .
ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου . τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον · τῶν πνευματικῶν γὰρ ὄντων . καὶ τὰ σαρκικὰ ἀκολουθήσει · τοῦτο γὰρ αὐτοὺς μάλιστα πειθηνίους ποιεῖ .
οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα . τοὺς δούλους ἐσχάτους τέθεικεν · ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι · οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται . ἀλλὰ τελείως · κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις · ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς .
μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν , ὡς τῷ χριστῷ · εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσει , πόσω μᾶλλον τούτους · τὸν δὲ τοιοῦτον , οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον · ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι · καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας · ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν · ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως ·
μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι , μὴ ὅταν πάρεισιν οἱ δεσπόται , καὶ ὁρῶσιν . ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν ἴνα τὰ δέοντα ποιῶσιν .
ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ , ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ὅρα οὖν ἀνθρωπάρεσκος οὐκ ἔστι δοῦλος χριστοῦ ·
ἐκ ψυχῆς , μετ’ εὐνοίας δουλεύοντες ἐνί γὰρ καὶ ἐν ἁπλότητι κακούργως ἐργάζεσθαι · μὴ μὴν ὀση δύναμις πάρεστιν . ἀλλὰ τὸν ὁρισμένον μόνον ·
τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις · μὴ κατὰ βίαν ἀλλ’ ἐκ προαιρέσεως .
εἰδότες ὅτι ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν , τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου , εἴτε δοῦλος , εἴτε ἐλεύθερος . ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν ·
καὶ οἱ κύριοι , τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς , τὰ αὐτὰ ποῖα · μετ’ εὐνοίας δουλεύετε · μὴ ὡς ̓ἀνθρωπάρεσκοι · ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς · καίτοι τὰ αὐτὰ διανοηθείς · καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις · ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος · δεσπότης περὶ τροφῶν . περὶ ἐνδύματος μεριμνῶν οὐ καθεύδει · ἆρα οὐ δουλεύει ; ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλον ὅτι ·
ἀνιέντες τὴν ἀπειλήν · μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν κύριός ἐστιν ἐν οὐρανοῖς , ᾧ γὰρ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν · μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ · πᾶσαν ἐκεῖνην ἀφῆκα σοι καὶ τὰ τῶν ἑξῆς .
καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ . μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ · διὰ τὸ τοῦ προσώπου εὐτελές · οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς ·
τὸ λοιπὸν ἀδελφοί μου ̓ν δυναμοῦσθε ἐν κυρίῳ , μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα , τοῦτο ἀκόλουθον καὶ ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ · τουτέστιν τῇ εἰς αὐτὸν ἐλπίδι · καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ · διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ἔστιν ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν .
καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ . ἰσχυρὸς γάρ ἐστι φησὶν καὶ ἱκανὸς πάντα κατορθὼσαι .
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ , μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν · λοιπὸν καὶ ὁπλίζει αὐτοὺς ὡς πρὸσπόλεμον .
προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου . οὐκ εἶπεν μάχας , ἀλλὰ μεθοδείας · πέρ ἐστι χαλεπώτερον · οἷον πρὸς τὰς ἐπιβουλάς · προς τὰς ἐνέδρας · πρὸς τοὺς δόλους .
ὅτι οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα , ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον · οὐ πτοῆσαι βουλόμενος · γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν . ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους .
ἀλλὰ πρὸς τὰς ἀρχάς , περὶ δαιμόνων λέγει · οὓς ἡμεῖς ἑαυτῶν πἐποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι · οὐ γὰρ ἔλαχεν τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ὑφ’ ἡμῶν · ἰδοὺ γάρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων .
πρὸς τὰς ἐξουσίας , οὐ γὰρ ἕξει περαιτέρῳ τοῦ κόσμου χώραν .
πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν · οὕτω καὶ χριστὸς πρὸς τοὺς μαθητάς · ὑμεῖς οὐκ ἐστέ φησιν τοῦ κόσμου τούτου · καίτοι ἦσαν , ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν · κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς πονηρῶν πράξεων καθηγεμόνας .
τοῦ σκότους τοῦ αἰῶνος τούτου , ἵνα μὴ φοβηθῆς ἀκόυων κοσμοκράτορας , ἐπήγαγεν τίνος ἄρχουσι · τῆς πονηρίας φησι · σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πραξεις .
πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ · τουτέστιν δαιμόνια τὰ ὄντα · τῆς πονηρίας οἷον τοῦ διαβόλου · ὑπ’ αὐτὸν γὰρ τελοῦσιν · τῶν πονηρῶν πράξεων καθηγηταί .
ἐν τοῖς ἐπουρανίοις . ὡσεὶ ἔλεγεν · ἔστιν δὲ ἡμῖν πρὸς τούτους πάλη · οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐν τοῖς ἐπουρανίοις πραγμάτων · οἷον βασιλείας οὐρανῶν , καὶ ὑιοθεσίας · διὸ νήφειν χρή · δὲ ἀντίλεξις ἰδικῶς διὰ τὰ ἐπουρανία φησὶ · τὸ γὰρ ἐν διά ἐστιν .
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ , ἵνα δυνηθῆτε ἀντιστῆναι . ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί .
ἐν τῇ ἡμέρα τῇ πονηρᾷ , ἡμέραν πονηρὰν , τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα · δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν · καὶ ταῦτα προθυμίαν αὐτοῖς διδούς .
καὶ ἅπαντα κατεργασάμενοι στῆναι . ἅπαντα · οἷον τὰ πάθη · τὰς ἐπιθυμίας · κατεργασάμενοι · οἷον καταπολεμήσαντες , στῆναι νικηφόροιτινες καὶ λαμπροὶ τοῖς τροπαίοις · πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι , πάλιν ἔπεσον · ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ .
στῆτε οὖν περιζωσέμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον , ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως · εἶτα λοιπὸν καθοπλίζει · καὶ πρῶτον ζώννυσι τὸν διαρρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην . καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώσει .
τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ , ὥσπερ ἐπὶ τῶν νηῶν τρόπις τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα , οὕτως ἐφ’ ὑμῶν ὀσφύς · οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες , ἐπαναπάυονται · τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς · ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν , τοῦτον τῇ ἀληθείᾳ περιζώννυσιν · εἰ δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται · ἀλήθεια δογμάτων · ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου · ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων · ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου κιβδήλου τῶν δαιμόνων σπόρου .
δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν · ἐγὼ γάρ εἰμί φησιν ἀλήθεια · ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται · ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε .
καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς διλαιοσύνης , τὸν καθὸλου φησιν ἐνάρετον βίον .
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην · ὅτι ἐν ἑτοίμῳ ὁφείλομεν εἶναι . καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται · τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν φησὶν προφήτης , προσέσχεν τὸ οὖσσου .
τοῦ εὐαγγελίου τῆς εἰρήνης · τὸ γὰρ εὐαγγέλιον εἰρήνην μὲν πρὸς τὸν θεὸν ποιεῖ . πόλεμον δὲ πρὸς τοὺς δαίμονας .
ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρετὸν τῆς πίστεως , δεῖ γὰρ ἐκεῖνα προηγεῖσθαι · πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον · περὶ ἦς κύριος φησιν · ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως , ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι καὶ μεταβήσεται .
ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι . βέλη φησι τὰς ἐπιθυμιας · τοὺς λογισμούς · τους πειρασμούς · καλῶς δὲ τὸ πεπυρωμένα · τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι .
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι , τῆς σωτηρίας ὑμῶν · τουτέστιν τῆς ἐλπίδος · τὸ δὲ δέξασθαι οἷον φορέσαι καὶ δέξασθαι τῇ κεφαλῇ .
καὶ τὴν μάχαιραν τοῦ πνεύματος , ἐστιν ῥῆμα θεοῦ · διὰ πᾶσης προσευχῆς καὶ δεήσεως τὸ πνεῦμα φησι περιφραστικῶς · εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων . τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν · ἥτις ὡς μάχαιρα ἐνεργήσει φησιν κατὰ τῶν νοητῶν ἐχθρῶν .
ὅτι τὰ πνευματικά φησι χαρίσματα ἅπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ · πέρ ἐστι ῥῆμα θεοῦ · τῷ κάτῳ συζευκτέον · ἵνα ᾖ ὅυτως · ὅπερ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα , τοῦτο φησι ποιεῖτε · ποῖον · διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι · ἵνα εἶητε φσὶν · κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ . τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ · ὅυτως μᾶλλον καὶ μακάριος ἰωάννης · διὰ γὰρ ῥῆματος θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα · πᾶν γὰρ εὰν αἰτή σητέ φησιν χριστός . ἐν τῷ ὀνόμα τίμου , δώσω ὑμῖν .
προσευχόμενοι ἐν παντὶ μετὰ τὸ καθοπλίσαι τὸν βασιλέια , λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα .
καιρῷ ἐν πνεύματι , καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων , μὴ ἐν βαττολογίαις · καὶ εἰς αὐτὸ ἀργπνοῦντες · μηδέν φησι ῥάθυμον ἠμελημένον .
καὶ ὑπὲρ ἐμοῦ , καὶ γὰρ καὶ τὸν πέρον φησιν εὐχὴ τῆς ἐκκλησίας ἔλυσεν τῶν δεσμῶν .
ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει · οὐ δὲ γὰρ προεμελέτα τί λαλήσει χριστῷ πειθόμενος · ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τῷ ἀνοῖξαι τὸ στόμα λόγος προεῖῃ ·
ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου , ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι ἵνα εὐαγγελίζωμαι .
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει , ὑπὲρ οὗ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους · ἵνα φησιν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν · ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν .
ἵνα ἐν αὐτῷ παρρησίασωμαι , ὡς δεῖ με λαλῆσαι . ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἔμελλεν · ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τὸν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι .
ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ , τί πράσσω , πάντα ὑμῖν γνωρίσει τυχικὸς ἀγαπητὸς ἀδελφὸς ὅπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν · τὰ δὲ καταυτὸν , τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν ·
καὶ πιστὸς διάκονος ἐν κυριῷ · εἰ πιστὸς , οὐκ οὖν καὶ ἀληθεύσει .
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο , ἵνα γνῶτε τὰ περὶ ἡμῶν , τοῦτο καὶ τῆς παύλου ἀγάπης · καὶ τῆς ἐκείνων σημεῖον ἦν τὸ ἐθέλειν παντὶ τρόπῳ γνωσθῆναι αὐτοῖς ἐν οῖς ἧν .
καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν . ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν διδάσκαλος , καλὰ ἔχριζον οἱ μαθηταὶ παρακλήσεως τὸ μὴ καταπεσεῖν .
εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ . ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην · ἵνα μὴ πρὸς ἐτεροδόξους ᾖ ἀλλὰ πρὸς μόνους τοὺς πιστούς · ὅτι οὐδέν ἐστιν τῆς ἀγάπης κέρδος εἰ μὴ καὶ πίστις .
χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ . ἀμήν . γὰρ εἰς τὸν χριστὸν ἀγάπη . ἄφθαρτος καὶ ἀμείωτος · μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι .