A transcription of the Pseudo-Oecumenian Catena on Ephesians in GA 075CPG C165 <ptr target="https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=2B1E15B384854DE3947D3A880A9C75CE"/> Created byThe Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UKTranscribed byClark R. BatesArts and Humanities Research Council, Midlands4Cities Doctoral Training Scheme.Version 1.0, published on 21.03.2024The Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UK

Attribution 4.0 International (CC BY 4.0) Available for re-use under a Creative Commons license provided attribution is made to the original creators.

GreeceAthensNational Library of GreeceEBE 100

This transcription was made as part of a doctoral research project on the Pseudo-Oecumenian catena on Ephesians, available in the University of Birmingham eTheses repository . The data is archived in the the University of Birmingham eData repository and also available online at

The encoding is based on version 1.6 of the IGNTP Guidelines available at . It is an extended version of the TEI P5 schema.

Παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ ἔφεσος μητρόπλις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἄρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεοκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ϊστόρηται ἐν αὐτῇ τῇͅ ἐφέσῳ εὐαγγελιστὴς ἰωάννης ἐξωρισθεὶς διέτριψεν πολλὰ ἐν ᾗ καὶ τελευτᾷ καὶ τὸν τιμόθεον δὲ παῦλος ἐκεῖ ἐπίσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἄτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης καὶ τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων παῦλος
διὰ θελήματος θεοῦ σημειωτέον τὸ διὰ ἐνταῦθα ἐπὶ πατρὸς εἰρημένον
τοῖς ἁγίοις τοῖς οὖσιν ἐν ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ ἰησοῦ ὅρα πόση ἧν τότε ἀρετῇ ὅτι κοσμικοὺς ἀνθρωπούς ἁγίους καὶ πιστοὺς προσαγορέυει
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρόυ ἰησοῦ χριστοῦ εἰκότως ἀπὸ χάριτος ἤρξατο χάριτι γὰρ καὶ πατῆρ ἀνθρωπών θεός χάριτι καὶ ὑιὸς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν
εὐλογητὸς θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ τοῦτο ὡς πρὸς ἀντιδιαστολὴν εἴρηται τῆς ἰουδαϊκῆς εὐλογίας ἐκέινη γὰρ σαρκικωτέρα μᾶλλον ἦν δὲ ἡμῶν πνευματική καλῶς δὲ τὸ ἐν πάση γέγονας γὰρ ἀθάνατος ἀναμάρτητος ὓιος καὶ ἀδελφὸς θεοῦ συγκληρονόμος χριστοῦ δι’ οὗ ἀπαρχή σου προσκυνεῖται ἐκ τῶν χερουβίμ
ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ διὰ χριστοῦ γὰρ ἡμῖν εὐλογία οὐ διά τινος τῶν προφητῶν ὡς ἰουδάιοις διὰ μωσέως καλῶς δὲ τὸ ἐν τοῖς ἐπουρανίοις οἷον πράγμασιν οὐδὲν γὰρ γήϊνον παρ’ ἡμῖν ὡς παρὰ ϊουδαίοις ἐκεῖ γὰρ γῇ ῥέουσα γάλα καὶ μέλει καὶ τὰ ἀγαθὰ τῆς γῆς φάγεσθαι καὶ εὐλογήσει κύριος τὴν γῆν σου ἐνταῦθα δὲ πάντα περὶ βασιλέιας οὐρανιῶν
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμος ὥσπερ εὐλόγησεν ἡμᾶς διὰ χριστοῦ οὕτως καὶ ἐξελέξατο δι’ αὐτοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως τὸ δὲ πρὸ καταβολῆς κόσμου δηλοῖ ὅτι ἀπὸ ὕψους τινὸς τῆς τοῦ θεοῦ δυνάμεως κατεβλήθη κόσμος
εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ’ ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ ἐξείλετο ἡμᾶς φησιν ἐπὶ τούτω τῷ ὅρω εἰς τὸ εἶναι ἡμᾶς ἁγιόυς κατὰ πίστιν ἀμώμους κατὰ βίον κατενώπιον αὐτοῦ φησιν εἰσὶ γάρ τινες ἄμωμοι τοῖς ἀνθρώποις δοκοῦντες · ἀλλ’ οὐ τοῦτο φησιν ἀλλὰ κατενώπιον αὐτοῦ τοῦτο δέ φησιν διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐπόιησεν
προορίσας ἡμᾶς εἰς ὑιοθεσίαν διὰ ἰησοῦ χριστοῦ εἰς αὐτόν μέγα μὲν καὶ τὸ εἰς ὑιοθεσίαν εἰσαχθῆναι θεοῦ μεῖζω δὲ τὸ καὶ διὰ τοῦ ὑιοῦ τοῦτον ἐστι τευθῆναι ὑιοθεσίαν δὲ πόιαν τὴν εἰς αὐτόν φησι φέρουσαν τὸν θεὸν
κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ταῦτα δὲ πάντα ἐπόιησεν εἰς ἡμᾶς δι’ ἀλλομὲν οὐδὲν πλὴν ὅτι ἠβουλήθη καὶ σφόδρα ἐπεθύμησεν χάριτι σῶσαι τοὺς ἐπὶ γῆς πρὸς τὸ ἐκ τούτου ἐπαινεῖσθαι καὶ δοξάζεσθαι τὴν ἁγίαν αὐτοῦ δόξαν τῆς χάριτος
ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ ἐχαρίτωσεν δὲ πρῶτον μὲν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ · ἐπεῖτα ἐπεράστους ἐποίησεν ἀγγελόις ἀρχαγγέλοις ταῖς ἄνω δυνάμεσιν τοῖς ἐυηρεστηκόσιν αὐτῷ ἁγίοις ἐπιθυμήσει γάρ βασιλὲυς τοῦ κάλλους σου τὴν δὲ χάριν τάυτην διὰ τοῦ ἠγαπημένου χριστοῦ καὶ ὑιοῦ αὐτοῦ τοῖς ἐπὶ γῆς δεδώρηται αὐτὸς γὰρ μεσίτης
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ δί οὗ φησιν ἔχομεν τὴν ἄφεσιν διὰ τοῦ αἵματος αὐτοῦ ὑπάρξασαν ἡμῖν θαυμαστὸν γὰρ τὸ μὴ μόνον ὑπὲρ ἐχθρῶν ἀλλὰ καὶ τὸν ὑιὸν δοῦναι καὶ πρὸς θάνατον διὰ τοῦ αἵματος τοὺτο γὰρ τῶν δωρεῶν τὸ φρικωδέστατον
τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ταῦτα δὲ ἐποίησεν φησι κατὰ τὸν πλοῦτον τουτέστιν ἐν τῷ πλουτῷ τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς πανταχόθεν ὑπερβολάι ὅτι τὲ πλοῦτος ἐδόθη καὶ πλοῦτος θεοῦ Καὶ χάριτος πλοῦτος καὶ ὅτι περίσσευσεν τουτέστιν περισσευθῆναι ἐπόιησεν
ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ σοφῶς καὶ φρονίμως ἐγνώρισεν ἡμῖν σοφοὺς καὶ φρονίμους ποιήσας ὅυτως ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ὡσὲι εἶπεν τὰ ἐν τῇ καρδία αὐτοῦ τί γὰρ ἶσον τοῦ μυστηρίου τοῦ δοῦναι τὸν ὑιὸν ὑπὲρ τῶν ἐχθρῶν καὶ μισουμενών
κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ γνωρίσας ἡμῖν κατὰ τὴν βουλὴν αὐτοῦ βουλὴν προέθετο ἐν αὐτῷ τουτέστιν τῷ χριστῷ πληρῶσαι καὶ ἁπλῶς τοῦτο πρόεθετο φησιν τοῦτο ἐβουλέυσατο πατὴρ τὴν ἀπαρχὴν τοῦ φυράματος ἡμῶν ἐκ δεξιὼν αὐτοῦ καθίσαι
εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ταύτην δὲ τὴν ευδοκίαν διατί πρόεθετο διὰ τί εἰς οἰκονομίαν φησὶ τουτέστιν εἰς χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν τοῦ πέρατος τῶν καιρῶν ἐν γὰρ τοῖς ἐσχάτοις καιροῖς ταύτη σωτήριος οἰκονομία γέγονεν τῆς ἐνανθρωπίσεως
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς συνάψαι ἐνῶσαι μίαν κεφαλὴν παρασχεῖν ἀγγέλοις καὶ ἄνθρωποις συνῆψεν οὖν αὐτοὺς καὶ ἤν ωσεν διὰ χριστοῦ
ἐν αὐτῷ πάλιν τὸ ἐν αὐτῷ τουτέστιν δι’ αὐτοῦ τοῦ χριστοῦ
ἐν ᾧ ἐκληρώθημεν προορισθέντες δι’ οὖ φησι χριστοῦ καὶ ἐκληρώθημεν ἀλλ’ ἐπειδὴ κλῆρος συν κυρίας μᾶλλον καὶ οὐκ ἀρετῆς ἐστιν διορθοῦται αὐτὸ καὶ φησὶν προρισθέντος οὐκ ἂν δὲ προωρίσθημεν εἰ ἀνάξιοι ἦμεν
κατὰ πρόθεσιν τοῦ θεοῦ τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν γνώμην τοῦ τὰ πάντα ἐνεργοῦντος θεοῦ ἔν τε οὐρανῶς καὶ ἐπὶ γῆς
κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ εἶτα οὐκ ἄρκεσθεις τὸ εἰπεῖν προορισθέντες καὶ κατα πρόθεστιν ἐπάγει κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ δεῖξαι γὰρ βούλεται ὅτι οὐκ ἐνπαρεπομένῳ ἐκλήθη τὰ ἔθνη διὰ τὸ ἀποσκιρτῆσαι ϊουδαίους ἀλλ’ ἄνωθεν τοῦτο προώριστο καὶ ἐν πρωτο τύπω ἔκειτο ἐπειδὴ γὰρ χριστὸς προτρεπόμενος τοὺς ἰουδαίους φησὶν οὐκ ἦλθον εἰ μὴ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου ἰσραήλ καὶ πάλιν εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε σπουδάζει νῦν δεῖξαι παῦλος ὅτι προτροπῆς ἐνεκεν καὶ ἐφελκύσεως ἰουδαίων ἐκεῖνα ἔιρηται ὡς τό γε ἀληθὲς ἄνωθεν ὥριστο ἡκλῆσις τῶν ἐθνῶν
εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ χριστῷ ἡμᾶς τίνας τοὺς προηλπικότας ἐν τῷ χριστῷ φησὶ τουτέστιν τοὺς πιστούς ἐκ τοῦ καθ’ ἡμᾶς γὰρ πράγματος μάλιστα δόξαστεος θεός ὅτι ὅυτως ἡμᾶς ἠλλοτριωμένους ἔσωσεν
ἐν ᾧ καὶ ὑμεῖς ἀκοῦσαντες δι’ οὒ χριστοῦ ὅυτω καὶ πρὸς ἑβράιους ἐλάλησεν φησιν ἐν ὑιῷ
τὸν λόγον τῆς ἀληθείας οὐκ ἔστι γὰρ τύπος ὡς ἐπὶ ϊουδαίων ἀλλ’ αὐτὴ ἀλήθεια
τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν εὐαγγελίον τῆς σώτηριας ἔστι μὲν καὶ ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νόμου ἔστι δὲ ὅτι καὶ τοὺς πιστέυοντας σώζει
ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνευμάτι τῆς ἐπαγγελίας τῷ ἁγίῳ δι’ οὗ φησιν εὐαγγελίου καὶ τῆς ἐν αὐτῷ πίστεως ἐσφραγίσθητε τῷ πνευματι τῆς ἐπαγγελίας τῶν ἐπαγγελλομένων τὰ μυρία ἀγαθά ἵνα διὰ τῆς σφραγίδος τύχη τε τῶν ἐπαγγελιῶν γὰρ θεός δήλους ποιῶν τοὺς αὐτοῦ σφραγίζει αὐτοὺς τῷ ἁγίῳ πνεύματι
ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν ἀρραβὼν πιστοῦται τὸ ὅλον τὴν τοίνυν ὑιοθεσίαν καὶ τὰ μυρία ἀγαθὰ πιστόυμενος θεὸς δὲδωκεν ἀρραβὼνα τῆς ἐπουρανίου κληρονομίας τὸ πνεῦμα τὸ ἅγιον
εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως περιποίησιν ἡμᾶς καλεῖ διὰ τὸ περιποιήσασθαι ἡμᾶς τὸν θεὸν οὖν ἀρραβών φησι καὶ πρὸς τοῦ τό ἐστιν εἰς τὸ ἀπολυτρώσασθαι τὴν περιποίησιν αὐτοῦ ἐκεῖ δὲ ἔσται καθαρὰ ἀπολύτρωσις ὅταν μὴ μόνον ἁμαρτιῶν ἀλλὰ καὶ τῆς μετὰ ἁμαρτωλῶν συνοικήσεως λυτρωθῶσιν οἱ ἅγιοι
εἰς ἔπαινον τῆς δόξης αὐτοῦ τοῦτο συνεχῶς ἐπιλέγει πιστούμενος τὸ πάντως ἔσεσθαι τὰ ἐπηγγελμένα ὣσει ἔλεγεν εἰ μὲν ἡμῶν ἕνεκεν ταῦτα ἐπηγγείλατο κἂν ἀμφιβάλλειν ἦν εἰ δὲ διὰ τὸ θαυμασθῆναι τὴν δόξαν αὐτοῦ τίς αντερεῖ λοιπόν
διὰ τοῦτο κἀγώ ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυριῷ ἱησοῦ διὰ τὰ ἀποκείμενα ἀγαθὰ τοῖς ὁρθῶς πιστέυουσι καὶ βιοῦσι καὶ διὰ τὸ ἐν τοῖς σωθησομένοις τετάχθαι ὑμᾶς
καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους πλεῖονα γὰρ πάντων διὰ τὴν πίστιν ἡμῶν εὐχαριστητέον τᾦ θεῷ ὅτι νοῦν ἡμῖν πρὸς τὸ πιστεῦσαι δέδωκεν ἀεὶ δὲ τῇ πίστει συνάπτει τὴν ἀγάπην καλλίστην ἀποτελῶν ξυνωρίδα
οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου τοῦτο δὲ ἐποίει οὐ μόνον πρὸς αὐτοὺς ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐαυτοῦ μαθητάς
ἵνα θεὸς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τοῦτο διὰ τὴν σάρκα φήσιν
πατὴρ τῆς δόξης ἀὲι πρὸς τὸ προκείμενον ὀνομάζει τὸν θεὸν Θεὸν οἰκτιρμῶν καλῶν καὶ θεὸν εἰρήνης καὶ θεὸν δυνάμεων νῦν δὲ αὐτὸν πατὲρα δόξης καλεῖ μεγίστην γὰρ δόξαν καὶ τιμὴν ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων ἅτε παρασχθέντα ἡμῖν γενικῷ ὀνόματι δόξαν καλεῖ διὰ τοῦ λαμπροτέρου παρ’ ἡμῖν ὀνόματος ταύτης οὖν τῆς δόξης φησὶν αὐτὸν πατὲρα καὶ οἷον δημιουργόν ἐν ἁγίοις δὲ γρηγόριος ἐν τῷ περὶ υἱοῦ λόγω ὡς νομίζω τὰ δίο εἰς τὸν χριστὸν ἐδέξατο πατέρα μὲν τοῦ λόγου θεὸν δὲ τοῦ προσλήμματος ἵνα ἐκ θεότητος ἐν μιᾶ φύσει δέιξῃ τὸν ἐμμανουήλ
δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ ἄρα πνευματικῆς σοφίας δεῖ ἡμῖν εἰς τὸ ἐπιγνῶναι τὰ παρὰ τοῦ θεοῦ δωρηθέντα ἡμῖν ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος μωρία γὰρ αὐτὸ ἐστιν
πεφωτισμένους τοὺς ὀφθαλμοὺς γὰρ τὸν θεὸν γνοῦς ὡς χρὴ οὐκ ἂν περὶ ἑτερόυ τινὸς τῶν ὑπὸ θεοῦ γινομένων ἀμφιβάλλει ὡς τόδε δυνατόν τόδε ἀδύνατον αὐτῷ πάντα γὰρ δυνατὰ τῇ θεῖᾳ φύσει ταύτην δὲ οὐκ ἂν ἄλλως σχόιη τίς τὴν γνῶσιν εἰ μὴ διὰ πνεύματος ἁγίου τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾶ καὶ τὰ βάθη τοῦ θεοῦ
τῆς καρδίας ὑμῶν ἄλλως γὰρ οὐκ ἐνι ἐπιγνῶναι θεὸν
εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἐλπὶς τῆς κλήσεως αὐτοῦ ἐπειδὴ γὰρ τοῦτο μέλλον ἐστὶ πνευματικῆς δεῖται ἀποκαλύψεως κλῆσιν δὲ φησιν τὸ ἐπὶ ποίαις ἐλπίσιν ἐκλήθημεν δῆλον δὲ ὡς ἐπὶ υἱοθεσία καὶ ἐπὶ κληρονομία βασιλείας οὐρανων καὶ ἐπὶ τὸ γενέσθαι ἡμῶν κεφαλὴν τὸν χριστὸν
καὶ τίς πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις βαβαὶ πόσα ὑπερέχοντα ῥήματα πλοῦτος δόξα κληρονομία θεοῦ ἐν τοῖς ἁγίοις δὲ ἔσται ταῦτα τῶν γὰρ τοιόυτων ἄξιοι οἱ ἅγιοι καὶ τοῦτο τοιγὰρ οὖν πνευματικῆς δεῖται χάριτος
καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ὑμᾶς τοὺς πιστεύοντας εἶπεν τινα μέλλοντα λέγει καὶ γεγονὼς ἵνα ἐκ τοῦτου κακεῖνα πιστώσηται ποῖον δὲ τοῦτο αὐτὸ τὸ πιστεῦσαι ἡμᾶς ὄντως γὰρ μέγιστης δυνάμεως θεοῦ δεῖγμα τὸ ἡμᾶς οὕτω θηριώδεις πιστεῦσαι θεῷ καὶ τὰ οὐράνια φιλοσοφεῖν
κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ γέγονεν φησι γέγονε δὲ κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ εἰ γὰρ μὴ ἐνήργησεν ἐν ἡμῖν οὐκ ἂν ἐπίστευσαμεν
ἣν ἐνήργησεν ἐν τῷ χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθήσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ποῖαν δὲ ἐνέργειαν λέγεις ἐνηργηκέναι εἰς ἡμᾶς ἵνα πιστεύσωμεν ἥν φησιν ἐνήργησεν καὶ ἐν τῷ χριστῷ ἐγέιρας αὐτὸν ἐκ νεκρῶν ὅτι δὲ καὶ ἓαυτὸν ἐγηγερκέναι εἴρηται πολλαχοῦ δῆλον
ὑπεράνω οὐ λέγει ἄνω ἀλλὰ τὸ ἄγαν ὑψηλὸν δηλῶν ὑπεράνω φησὶν
πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυρίοτητος οὐ τῆσδε μὲν οὔ τῆσδε νάι ἀλλὰ πάσης ἀσωμάτου δυνάμεως ταῦτα δὲ μετὰ τὴν ἔνσαρκον οἰκονομιαν νόει εἰρῆσθαι τῷ παύλῳ πρὸ γὰρ τῆς σαρκώσεως πρόδηλον ὡς θεὸς λόγος ὅσα εἶχειν τῷ πατρι κατὰ τὴν ἐξουσίαν ὥσπερ οὖν καὶ νῦν ἔχει καὶ μετα τὴν σάρκωσιν
καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ἅρα ἐστὶ δυνάμεων ἀγγελικῶν ὀνόματα νῦν μὲν ἀκατονόμαστα τότε δὲ γνωσθησόμεθα
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ εἴτι ἔνι οὐρανῷ φησιν πασῶν ἀνω τέρω δυνάμενων καὶ ἐξουσιῶν κεκάθικεν
καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ καὶ τὴν ἐκκλησίαν τῇ δυνάμεισυν ἐκάθισεν τῷ χριστῷ εἰς ἐκεῖνον τὸν θρόνον ὅπου γὰρ κεφαλὴ ἐκεῖ καὶ τὸ λοιπὸν σῶμα
ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ ὑπερβολὴ τίς ἐστιν ἵνα γὰρ μὴ ἀκούσας κεφαλὴν ἀρχήν τινα καὶ ἐξουσίαν νομίσης Σωματικῶς φησιν ἐστὶν ἡμῶν κεφαλὴ Καὶ ἐκκλησία πλήρωμα ἐστὶ τοῦ χριστοῦ ἀπoπληροῖ γὰρ καὶ τὸ τέλειον ποιεῖ σῶμα τὴν κεφαλήν ὥσπερ καὶ κεφαλὴ πληρωτική ἐστὶ τοῦ λοιποῦ σώματος
τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου οὐδενὸς φείδεται ῥήματος ἀπόστολος πρὸς τὸ δεῖξαι τὴν συγγένειαν καὶ τὴν ἕνωσιν ἡμῶν τὴν πρὸς τὸν χριστὸν διό φησιν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου δεικνὺς οὐκοινῆ τῆς ἐκκλησίας χρήζοντα τὸν χριστὸν πρὸς τὸ ἀναπληρωθῆναι ἀλλὰ ἑνὸς ἑκάστου ἀνθρώπου πιστοῦ ἂν γὰρ μὴ ὦμεν μέν τις αὐτοῦ ποῦς δὲ χείρ δὲ ἕτερον τι μέλος οὐκ ἀναπληροῦται αὐτοῦ τὸ σῶμα εἰκότως οὖν καὶ καθεὶς ἡμῶν χρειώδης ἐστὶν πρὸς τὴν συμπλήρωσιν τοῦ σώματος αὐτοῦ τότε οὖν ἀναπληροῦται ὅταν ὦμεν ἄπαντες ἡνωμένοι οὖν ἐκκλησία πλήρωμα ἐστὶ τῆς κεφαλῆς τουτέστιν τοῦ χριστοῦ
καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἀμαρτίαις ὑμῖν ἐν ποτὲ περιεπατήσατε οὐ τὴν σωματικὴν λέγει τὴν ἐκ τοῦ ἁδὰμ ἀρξαμένην νέκρωσιν ἀλλὰ τὴν ψυχικὴν τὴν ἐξ ἁμαρτιῶν
κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας αἰῶνα τοῦ κόσμου τούτου τὸν διεστραμμένον λέγει βίον καὶ τὸν ἐν ἁμαρτίαις δια τὸ πλεονάξειν ἐν τῷ παρόντι βίῳ τὰς ἁμαρτίας ἄρχοντα δὲ φησιν ἐξουσίας τὸν σατανᾶν διὰ τὸ τοὺς πολλοὺς ἡμῶν ἑκόντας ἐκ δεδωκέναι ἑαυτοὺς ὑπὸ τὴν ἐξουσίαν οὐτὲ γὰρ ἐκ θεοῦ ἀλλ’ ἐξ ἡμῶν ἄρχειν κεχειροτόνηται ἄρχοντα οὖν αὐτὸν λέγει πρὸς τὰ παρόντα ὁρῶν
τοῦ ἀέρος τοῦ πνεύματος καλῶς τὸ τοῦ αἔρος προσέθηκεν εἰ γὰρ καὶ ἄρχοντα αὐτὸν ἡμεῖς ἐχειρωτονήσαμεν ὑπὸ τὸν οὐρανὸν ἐστιν αὐτοῦ ἀρχὴ οὐχ ὑπὲρ τὸν οὐρανὸν δὲ ὣν ὑπὸ τὸν οὐρανὸν ἐν τῇ γῇ ἐστιν ἐν τῷ αἔρι οὗτος δὲ ὡς πνευμᾶ ὣν ἐν τῷ αἔρι ἐστὶν φύσις γὰρ τοῖς πνέυμασιν ἐναερίος διατρίβη ὅρα δὲ τὸ κατὰ πόδα τοῦ χωρίου κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας ποῖον τοῦτον τὸν τοῦ αἔρος ἄρχοντα τουτέστιν τὸν ἐναερίον ἄρχοντα οὐ γὰρ αἔρος ἄρχει ἀλλ’ ἐναερίων ἄρχει εἶτα πάλιν ἐπισαφηνίζων αὐτὸ φησι τοῦ πνευματος πνεῦμα γὰρ σατανᾶς ἔπειδὴ ὡς πρὸς ἡμᾶς καὶ ἀσώματος ὅτι ἄρχων ἐστὶν τοῦ αἔρος τοῦ πνευματος τουτέστιν τοῦ ὄντος ἐν τῷ αἔρι πνευματος οἶον τῶν αἐρίων πονηρῶν πνευματῶν ἄρχων γὰρ αὐτῶν πρὶν πέσεῖ ἄρχει καὶ μετα τὸ πεσεῖν
τοῦ νῦν ἐνεργοῦντες ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ποτὲ ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ὁρᾶς ὅτι οὐκ εἶπεν ἀναγκάζοντος βιαζομένου ἀλλὰ ἐνεργοῦντος καίτοι εἰ ἄρχων ἦν τῇ ἀληθεία ἀλλὰ μὴ ἐχειροτονεῖτο ἐκ τῆς ἡμῶν ῥαθυμίας καὶ πονηρίας καὶ τοῦ ἀναγκαζέιν ἐξουσίαν εἶχε νῦν γὰρ τὸ ἐνεργοῦντος δηλοῖ ὅτι ἑκόντες αὐτὸν παρεδεχόμεθα καὶ ὅτι τοῦ τό ἐστιν ἐπάγει τοῖς ὑιοῖς τῆς ἀπειθέιας τουτέστιν τοῖς μὴ πειθομένοις μὲν θεῷ ἐκεῖνω δὲ πειθομένοις οὐ μὴν ἁναγκαζομένοις εἶτα ἐπάγει ἐν οῖς καὶ ἡμεῖς πάντες ἀνεστράφημεν ἐπειδὴ γὰρ ἤγαγεν μνήμην τῶν ἁμαρτημάτων αὐτῶν εἰκὸς δὲ ἦν αὐτοὺς αἰσχύνεσθαι ἐπ’ αὐτοῖς καὶ ἑαυτὸν κοινωνὸν ποιεῖ καὶ οὐ μόνον εαυτὸν ἀλλὰ καὶ πάντας τάυτη καὶ τὴν δύναμιν τοῦ λυτρωσαμένου χριστοῦ ἀνακηρύττων σαρκὸς δέ φησι τῶν σαρκικῶν ἐπιθυμιῶν
ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
καὶ ἦμεν τέκνα ὥσπερ τέκνα ἀπωλέιας καὶ γεέννης εἴρηνται οἱ ἄξιοι ἀπωλέιας καὶ γεέννης πράττοντες οὕτως καὶ τέκνα ὀργῆς ὁι ὀργῆς ἄξιοι
φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί τὸ φύσει οἷον ἀληθῶς γνησίως ὡς καὶ οἱ λοιποῖ οὐδεὶς γὰρ ἦν τῶν τοιούτων ἐλεύθερος
δὲ θεός πλούσιος ὤν ἐν ἐλέει οὐχ ἁπλῶς ἐλεήμων ἀ̓λλὰ πλόυσιος ἐν ἐλέει
διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς τοῦτο δὲ ἀπὸ τοῦ πολλοῦ ἐλέου γέγονεν πῶς γὰρ ἂν οἱ τέκνα ὄντες ὀργῆς ἠγαπήθημεν
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν νεκροὺς ὅσον πρὸς ἔνεργειαν ἀγαθοῦ τινος τοῦτο δὲ γέγονεν φησιν διὰ τὰ παραπτώματα ἡμῶν
συνεζωοποίησεν τῷ χριστῷ πάλιν τὸν χριστὸν ἐν μέσω φέρει ἀξιοπιστον τὸ πραγμα ποιῶν εἰ γὰρ ἀπαρχὴ ζῇ καὶ ἡμᾶς τὸ λοιπὸν αὐτοῦ σῶμα συνεζωοπόιησεν
χάριτι ἐστε σεσωσμένοι οὐ καμάτῳ οὐ κατορθώμασιν ἰδίοις δέον γὰρ κολάσαι τοὺς γενομένους φησὶν τέκνα ὀργῆς τούτους ἑσωσεν χάριτι μόνη
καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ ἰησοῦ ὤσπερ γὰρ τῆς ἀπαρχῆς ἡμῶν καὶ τῆς κεφαλῆς τοῦ χριστοῦ ἐγηγερμένης καὶ ἡμᾶς δι’ αὐτῆς ἥγειρεν ὅυτως αὐτῆς καθεζομένης καὶ τὸ λοιπὸν σῶμα συγκάθηται δίο φησιν ἐν χριστῷ ἰησοῦ τουτέστιν διὰ χριστοῦ ἰησοῦ ὅτι δὲ καθίσωσιν οἱ ἄξιοι ἄκουσον τοῦτο τοῦ χριστοῦ λέγοντος τοῖς μαθηταῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ ἰσραηλ καὶ πάλιν τὸ δὲ καθίσαι ἐκδεξιών μου καὶ ἐξευονύμων οὐκ ἐστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου τέως οὖν τοίμασται καὶ πάλιν θέλω ἵνα ὅπου εἰμι ἐγὼ καὶ οἱ διάκονοι ἐμοι
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἵνα μὴ ἀπιστήση τίς τοῖς εἰρημένοις ὅρα πῶς αὐτὸ πειθανὸν ποιεῖ καὶ φησιν ταῦτα δὲ οὐ τοσοῦτον διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην μόνον ὅσον ἵνα ἐνδέιξηται τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χαριτός αὐτοῦ ἐν τοῖς μέλλουσιν αἰῶσι φησι
ἐν χριστῷ ἰησοῦ ταῦτα μόνα σταίει ἀλλὰ δι’ αὐτοῦ ἥξει καὶ εἰς ἡμᾶς ὡς ἀπὸ ἀπαρχὴς πρὸς τὸ ὅλον τί δὲ ἥξει τὸ συζωοποιηθῆναι τὸ συγκαθίσαι τῇ διὰ πίστεως χάριτι
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως καὶ τοῦτο οὐκ ἐξ ὑμῶν θεοῦ τὸ δῶρον ἐξ ἠμῶν πίστις ἀλλὰ καὶ αὐτῆς πρόφασις θεὸς εἰ γὰρ μὴ ἐνηνθρώπησεν πῶς εἴχομεν πιστεῦσαι πῶς γάρ φησι πιστέυσωσιν ἐὰν μὴ ἀκούσωσιν διὸ δῶρον καλεῖ τοῦ θεοῦ τὴν πίστιν καὶ δῶρον διὰ τοῦτο ὅτι οὐδὲ πίστις σῶσαι ἵσχυσεν καθ’ ἑαυτὴν εἰ μὴ θεὸς ἡβουλήθη διὰ τῆς πίστεως σῶσαι ὥστε τὸ πιστεῦσαι ἡμᾶς δῶρον θεοῦ καὶ τὸ διὰ πίστεως σωθῆναι δὦρον θεοῦ
οὐκ ἐξ ἔργων ἵνα μή τις καυχήσηται οὐκ ἐπειδὴ οὐκ ἐβούλετο ἐξ ἔργων σῶσαι ἀλλ’ ὅτι οὐδεὶς ἴσχυσεν ἐξ ἔργων σωθῆναι Οὔτε καυχήσεται
αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν χριστῷ ἰησοῦ ἐπ’ ἔργοις ἀγαθοῖς ἵνα μὴ ἀκούσας ὅτι οὐκ ἐξ έργων ἐσωθημεν ἀλλὰ χάριτι ῥαθυμώτεροι γενώμεθα δείκνυσιν ὅτι νῦν μετὰ τὴν πίστιν καὶ ἔργων χρεῖα αὐτοῦ γὰρ ἐσμέν φησιν ποίημα κτισθέντες διὰ ἰησοῦ χριστοῦ οὐ τὴν πρώτην ἡμῶν δημιουργίαν λέγει ἀλλὰ τὴν δευτέραν τὴν ἐν τῷ βαπτίσματι ἐκτίσθημεν δέ φησιν ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν θεὸς εἰς τὸ φησὶν ἐν αὐτοῖς περιπατεῖν ἐν ἐστι δὲ ταῦτα καὶ περὶ τῆς πρώτης δημιουργίας νοεῖν
οἷς προητοίμασεν θεός οἷς καὶ πρὸ τοῦ βαπτίσματος φησιν ἡτοίμασεν
ἵνα ἐν αὐτοῖς περιπατήσωμεν τὴν ἐν αὐτοῖς ἄπαυστον σχέσιν δηλοῖ
διὸ μνημονεύετε ἐπεὶ οὖν ὅλως ἐπὶ ἔργοις ἀγαθοῖς ἐκτίσθημεν μνημονεύετε καὶ γὰρ ἔθος τοῖς ἀπὸ πολλῆς εὐτελείας εἰς ὕψος ἀναδραμοῦσι μητὲ μεμνῆσθαι τῶν προτέρων
ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου θέλει εἰπεῖν ὅτι ὑμεῖς οἱ ἀκρόβυστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀλλότριοι εἶτε τοῦ θεοῦ καὶ τῶν ἐπαγγελιῶν νυνὶ δὲ οἱ τότε ὄντες ἀλλότριοι καὶ πόρρω ἐγγὺς ἐγένεσθε δείκνυσι δὲ ἐκ τούτου τοῦ χριστοῦ τὴν κηδεμονίαν ὅτι τοὺς ἀπηλλοτριωμένους καὶ ἐλπίδα μὴ ἔχοντας ἔσωσεν ὅρα δὲ εὐφυως πῶς καταβάλλει τὴν περιτομὴν δεικνὺς ἐν λόγω μόνον καὶ οὐκ ἐν ἔργω τινὶ γενναίως ἔχειν αὐτὴν ὡς πρὸς τὴν ἀκροβυστίαν τὸ διάφορον ὑμεῖς γάρ φησιν τὰ ἔθνη οἱ ἐν σαρκὶ ἀλλ’ οὐκ ἐν πνευματι καὶ οἱ λεγόμενοι οὐ γὰρ ὄντες κατὰ τὸν πνευματικὸν λόγον ὡσεὶ εὶπεν ἐν σαρκὶ καὶ ἐν λόγοις τὸ ἔλαττον οὐδαμοῦ ἐν πνευματί εἶτα πάλιν περὶ τῆς περιτομῆς λέγων φησὶν ὑπὸ τῆς λεγομένης καὶ χειροποιήτου τὴν ἐν λόγοις μόνον καὶ σαρκὶ προτίμησιν δηλῶν
ὅτι εἶτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ τί μνημονευέτε ὅτι εἶτε φησὶν ἐν τῷ καιρῷ ἐκεῖνω χωρὶς χριστοῦ τοῦτο ἦν φησὶν τὸ δεινόν τὸ δὲ τῆς ἀκροβυστίας ἄχρι σαρκὸς καὶ ὀνόματος ἦν ψιλοῦ εἶτα ὅτι καὶ ἀπηλλοτριωμένοι εἶτε τῆς πολιτέιας τοῦ ἰσραὴλ καὶ γὰρ καὶ τοῦτο δεινόν εἰ γὰρ καὶ ἀνάξιοι ὤφθησαν οἱ ἐξ ἰσραὴλ πλὴν ἀλλ’ ἰδέσαν θεὸν
ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραήλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας οὐκ εἶπεν κεχωρισμένοι ἀλλ’ ἀπηλλοτριωμένοι ὄυτε πάλιν οὐ μετέχοντες ἀλλὰ ξένοι ἅπερ πολλὴν δείκνυσιν τὴν ἀλλοτρίωσιν καὶ ξένοι γὰρ φησὶ τῆς διαθήκης τοῦ νόμου τῆς πρὸς αὐτοὺς ἐπαγγελίας
ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ οἱ ϊουδαῖοι εἰ καὶ ἀπέτυχον δι’ ἀναξίοτητα εἶχον μέντοι ἐλπίδα ἐκ τῆς ἐπαγγελίας τί δὲ πρὸς ὑμᾶς φησιν τὰ ἔθνη τὰ μὴ ἔχοντα ἐλπίδα καὶ ἄθεοι φησὶν ἐν κόσμῳ καίτοι προσεκύνουν θεούς ἀλλ’ οὐκ ἥσαν φησὶ θεόι υμεῖς οὖν φησιν ἄθεοι εἶτε οἱ γὰρ ϊουδαῖοι εἰ καὶ προσέκρουον ἵδεσαν μέντοι θεόν
νυνὶ δὲ ἐν χριστῷ ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν δείξας πολὺ καὶ σφόδρα ἀφεστηκότα τὰ ἔθνη τοῦ θεοῦ τῇ πρὸς ϊουδαίους παραθέσει δείκνυσιν ὅτι διὰ μόνην φιλανθρωπίαν θεοῦ ἐγγὺς γέγονασιν τοῦτον δὲ πάντα κεκίνηκεν τὸν λόγον δεικνύς τὴν πρὸς τὰ ἔθνη τοῦ θεοῦ κηδεμονίαν ὅσω γὰρ πόρρω ὄντες ἐγγὺς γεγόνασι τοσόυτο μᾶλλον δείκνυται τοῦ θεοῦ πρόνοια περὶ αὐτούς
ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ χριστοῦ Αὐτὸς γάρ ἐστιν εἰρήνη ἡμῶν τὸ ἐγγὺς καὶ τὸ μακρὰν προαιρεσεώς ἐστιν οὐτό που οἱ μακρὰν οὖν ὄντες τῆς πολιτέιας τοῦ θεοῦ καὶ διὰ τοῦτο καὶ τοῦ θεοῦ ἐγγὺς γεγόνατε οἱ μακρὰν ὄντες τῆς τοῦ ἰσραὴλ πολιτείας τῆς κατὰ θεόν ἐγγὺς γεγόνατε τοῦτο γὰρ δηλοῖ τὸ ἐπόμενον ποιήσας τὰ ἀμφότερα ἕν καὶ τὸ πρῶτον δὲ καλῶς ἔχει ἐν τῷ αἰματι φησι τοῦ χριστοῦ τουτέστιν διὰ τοῦ αἴματος αὐτοῦ αὐτὸς γὰρ τὸ αἴμαι ἐκχέας ὑπὲρ ἡμῶν καὶ τούτω λύσας τὴν ἁμαρτίαν πάντας ἤγαγεν ἐγγύς αὐτὸς γάρ ἐστιν φησὶν εἰρήνη ἡμῶν πρὸ γὰρ τῆς ἐνανθρωπήσεως βδελυκτοὶ ἦμεν καὶ ἀγγέλοις καὶ ἰουδάιοις οὐ μόνον ἐχθροί
ποιήσας τὰ ἀμφότερα ἕν τούς τε ἰουδαίους καὶ τοὺς ἐξ ἐθνῶν
καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τήν ἔχθραν ἐν τῇ σαρκί αὐτοῦ μεσότοιχον τοῦ φραγμοῦ φησι τὴν ἔχθραν τὴν πρὸς τὸν θεὸν ἡμῶν τὲ καὶ ἰουδαίων ἥτις ἐκ τῶν ἠμετέρων ἐγένετο παραπτωμάτων ὡς καὶ αὐτός φησι διὰ τοῦ προφήτου οὐχὶ αἱ ἀμαρτίαι ὑμῶν δι’ ἰστῶσιν ἀνὰμεσον ὑμῶν καὶ ἐμοῦ ποῖον δὲ μεσότοιχον τὴν ἔχθραν φησὶν τὴν πρὸς τὸν θεὸν δηλον ὅτι ἐν τῇ σαρκί τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ εἰ γὰρ μὴ ἀπεθανεν ὑπερ ἡμῶν οὐκ ἂν ἐλύθη ἁμαρτία χωρίζουσα ἡμᾶς ἀπὸ τοῦ θεοῦ
τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας ἐπειδὴ γὰρ ἔδωκεν νόμον ἀσφαλιζόμενον ἡμᾶς ἡμεῖς δὲ παρέβημεν αὐτὸν οἱ ἄνθρωποι ἔλυσεν καὶ αὐτὸν τὸν νόμον ὥσπερ ἂν εἴ τις παιδαγωγὸν δοὺς παιδίω ἐπεὶ μὴ ἥκουσε τοῦ παιδαγωγοῦ ἐλέυθερον εἴασεν καὶ τοῦ παιδαγωγοῦ καὶ δέον κολάσαι καταργήσας δέ φησι τὸν νόμον ἐν δόγμασιν τῇ πίστει οἶς αὐτὸς εἶπεν δόγμασιν ἐγὼ δέ φησι λέγω ὑμῖν
ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην ὁρᾶς ὅτι οὐχ ἔλλην γέγονεν ἰουδαῖος ἀλλὰ καὶ οὗτος κάκεῖνος εἰς ἀμείνω κατάστασιν ἦλθον κτίσει φησὶ δεικνὺς τὴν ἀναγέννησιν εἰς ἔνα γὰρ πάντες εἰσὶν ἐκ τις μένοι νέον τινὰ καὶ πιστὸν ἄνθρωπον καὶ τοῦ γήρως τῶν ἁμαρτιῶν ἀλλότριον
καὶ ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ πρὸς τὸν θεὸν ἰουδαῖοι καὶ ἔλληνες ἐν ἑνὶ σώματι οἷον γινομένους οὗ αὐτός ἐστι κεφαλή οὐ γὰρ ἄν ποτε κατηλλαγησαν θεῷ μένοντες ἱουδαῖοι καὶ ἕλληνες ὅτι γὰρ πρὸ τούτο ἀκατάλλακτοι σφόδρα ἦσαν πρὸς τὸν θεὸν δείκνυσιν ἔμφασις τοῦ ἀποκαταλλάξει
ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ πῶς δὲ ἀπεκατήλλαξεν τῷ θεῷ ἀποκτείνας φησὶ τὴν ἔχθραν δι’ ἑαυτοῦ διὰ τοῦ σταυροῦ γὰρ λύσας τῷ θανάτῳ αὐτοῦ τὴν ἁμαρτίαν καὶ τὴν ἔχθραν ἔλυσεν οὐδὲν δὲ ἐμφαντικώτερον τοῦ ἀποκτείνας τὸ γὰρ ἀσάλευτον τῆς λύσεως δηλοῖ πῶς οὖν νῦν φαίη τις πάλιν ἁμαρτάνομεν ἑτέρας ἁμαρτίας γεννῶντες αἰ γὰρ πρότεραι ἀπεκτάνθησαν
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς μὴδένα πέμψας ἀλλ’ αὐτὸς ἑαυτῶ διακονησάμενος μακρὰν δὲ τοὺς ἐξ ἐθνῶν καλεῖ ἐγγὺς δὲ τοὺς ἰουδαίους
ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα τὴν καταλλαγὴν καὶ τὴν εἰρήνην τὴν πρὸς τὸν θεὸν οὐ γὰρ ἀφ ἑαυτῶν ἀπήλθομεν ἀλλ’ ὑπὸ χριστοῦ προσήχθημεν ἐν ἑνὶ πνεύματ οὐκ ἐκεῖνοι μὲν ἄτε ἐγγὺς ὄντες ἐν μείζονι ἡμεῖς δὲ ὡς μακρὰν ἐλάσσῳ διὰ γὰρ τοῦ πνευματός ἐπεράστους ποιήσας προσήγαγεν τῷ πάτρι καὶ ὅτι διά τὸ ἑαυτοῦ καὶ διὰ τοῦ πνεύματος προσήγαγεν
ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων οἰ γὰρ μὴ ἔχοντες πάλαι ἐλπίδα τέυξασθαι τὸν οὐρανιὸν ξένοι ἦσαν καὶ πάροικοι τῶν ἀγίων νῦν δέ φησιν τὴν αὐτὴν ἔχετε τοῖς ἁγίοις πόλιν τὴν ἐπουρανίον Ἰερουσαλὴμ ὅρα δὲ οὐκ εἶπεν τῶν ἰουδαίων ἀλλὰ τῶν ἁγίων τῶν ἀμφὶ τὸν ἁβραάμ φησιν
καὶ οἰκεῖοι τοῦ θεοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ ὅπερ γὰρ ἔσχον φησὶν ἐκεῖνοι μυρίοις πόνοις Τοῦτο ὑμῖν διὰ τῆς πίστεως δεδώρηται τὴν δὲ ἄγαν ἕνωσιν τὴν πρὸς τοὺς προφήτας καὶ ἀποστόλους τῶν ἐθνῶν σημάναι θέλων ἐποικοδομηθέντες φησιν ὡσεὶ εἶπεν θεμέλιος ἀπόκεινται οἱ προφῆται καὶ οἱ ἀπόστολοι ὑμεῖς τὴν λοιπὴν οἰκοδομὴν ἀναπληροῦτε ἵνα γένησθε οἱ πάντες εἰς ναὸς θεοῦ οἷον δέ ἐστιν ἐπάνω προφητῶν καὶ ἀποστόλων οἰκοδομεῖσθαι
τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκροψωνιαίου αὐτοῦ ἰησοῦ χριστοῦ ὅρα ὅτι πρῶτοι οἱ ἀπόστολοι
ἐν ᾧ πᾶσα οἰκοδομὴ ἐν ἀκρογωνιάιω
συναρμολογουμένη δείκνυσι τὴν ἀκριβῆ οἰκοδομὴν μὴ ἅλλως εἰς ναὸν αὔξει ἅγιον ὅλως σώζεσθαι εἰ μὴ μετὰ ἡκριβωμένου βίου
αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ γὰρ οἰκοδομὴ αὕτη ἄυξουσα καὶ πληρουμένη ἀποτελεῖται νὰος θεοῦ ἐν οἰκήσω γὰρ ἐν αὐτοὶς φησι καὶ κοινῇ γὰρ εἰς τὴν ἐκκλησίαν οἰκεῖ θεός καὶ ἰδία εἰς ἔκαστον τῶν ἀξίων
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ τὴν μὲν πρώτην οἰκοδομὴν τῆς καθόλου ἐκκλησίας εἰρήκει ταύτην δὲ τῶν ἐν ἐφέσῳ
ἐν πνεύματι διὰ πνευματός ἐν πνευματικῆ οἰκοδομῆ ͅ
τούτο χάριν ἐγὼ παῦλος δέσμιος χριστοῦ ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐπειδή φησιν δεσπότης μου τοιαῦτα ἐπεδείξατο εἰς ὑμᾶς ἀνάγκη κἀμὲ τὰ κατα δύναμιν εἰς ἐνεγκεῖν δέσμιος ἐν δεσμοῖς γὰρ ὢν ἔγραφεν ἅμα δε καὶ τοῦτο δηλοῖ δεσπότης μου ἐσταυρώθη ἐγὼ τέως δέδεμαι ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
εἴγε ἠκούσατε τὴν οἰκονομίαν τὴν πρόρρησιν λέγει τὴν πρὸς τὸν ἀνανίαν λεχθεῖσαν ὅτι σκεῦος ἐκλογῆς μου ἐστὶν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν
τῆς χάριτος τοῦ θεοῦ οἰκονομίαν χάριτος τὴν ἀποκάλυψιν φησιν ὅτι οὐ παρὰ ἀνθρωποῦ ἔμαθεν ἀλλ’οὕτως ὠκονόμησεν χάρις τοῦ θεοῦ ὥς τέ μοι ἐξ οὐρανιοῦ ἀποκαλυφθῆναι χάριτος δὲ τότε καλέσαι καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἴνα εὐπειθέστερος γένηται
τῆς δοθείσης μοι εἰς ὑμᾶς αὐτὸς γὰρ μοι εἶπεν φησιν ὅτι εἰς ἔθνη μακρὰν ἀποστελῶσε
ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισθη μοι τὸ μυστήριον μυστήριον γὰρ τὸ τοὺς ἐλληνας λίθοις προσκυνοῦντας εἰς τοσαύτην ἐπαρθῆναι δόξαν καὶ εὐγένειαν καὶ αὐτὸ ἀπεκάλυπτο αὐτῷ
καθὼς προέγραψα ἐν ὀλίγῳ τὰς προλεχθείσας ἄνω λέγει οἰκονομίας ὅτι ἐκλήθη τὰ ἔθνη ὄντα μακρὰν καὶ ἐποικοδομήθη καὶ ὅσα τοιαῦτα ἐν ὀλίγω πρὸ ὀλίγου διὰ βραχέων
πρὸς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ βαβαὶ ὥστε οὐκ ἔγραψεν ὅσα ἐχρῆν ἀλλ’ ὅσα ἐχώρουν νοεῖν σύνεσιν δέ φησιν τὸ πῶς τὸ μυστήριον συνῆκα τὸ πῶς αὐτὸ κατενόησα σύνεσις γάρ ἐστιν εἴδησις ἡγνῶσις ἐπὶ τῷ μυστηρίῳ τοῦ χριστοῦ
ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὅπερ μυστήριον φησὶν ἑτέραις γενεαὶς οὐκ ἐγνωρίσθη πάντα δὲ ταῦτα εἰς μυστήριον χριστοῦ συντελεῖ ἐνανθρώπησις σταυρός ἀνάστασις ἐκδεξιὼν τοῦ πατρὸς καθέδρα κλῆσις τῶν ἐθνῶν διὰ τῆς πίστεως σωτήρια ἐκβολὴ τοῦ κατὰ σάρκα ἰουδάιου συνάφεια τῶν δύο λαῶν εἰς ἓν σῶμα χριστοῦ χρηματίζουσα μᾶλλον δὲ οὔσα δευτέρα παρουσία καὶ ἀπόδοσις τῶν κατ' ἀξίαν καὶ ὅσα τοιαῦτα
ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις τί οὖν οἱ πάλαι προφῆται οὐκ εῖδεσαν πῶς οὖν χριστος φησιν μωϋσῆς καὶ οἱ προφῆται περὶ ἐμοῦ ταῦτα ἔγραψαν καὶ πάλιν φησι περὶ τῶν γραφῶν ὅτι ἐκεῖναι εἰσιν αἱ μαρτυροῦσαι μοι καὶ φαμέν τοὺτο εἶπεν ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἐγνωρίσθη εἶπεν γὰρ ἔμπροσθεν τοῖς υἱοῖς φησιν τῶν ἀνθρώπων νῦν γὰρ μετὰ τὴν ἐνανθρώπησιν πάντες αὐτὸν ἐθεάσαντο ὅτι οὐ δὲ οἱ προφῆται ἶδον ὡς νῦν ὡράθη τουτέστιν σωματικῶς ὅτι περὶ τῶν ἐθνῶν οὐδενὶ ὅυτως ἐγνώσθη εἶναι ταῦτα συγκληρονόμα καὶ σύσσωμα καὶ σμμέτοχα τῆς ἐπαγγελίας
ἐν πνεύματι διὰ πνευματος γὰρ καὶ νῦν ἀποκάλυψις τῶν τοιόυτων ἀμέλει οἱ ἐστερημένοι τοῦ πνευματός καὶ νῦν πλανῶνται ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴδεσαν οἱ προφῆται ὅτι δὲ συγκληρονόμα καὶ συμμέτοχα ἔσται οὐκ εἴδεσαν
εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τὸ ἓν ἔχειν χριστῶ σῶμα διὰ τὸ εἶναι αὐτοῦ μέλη
τῆς ἐπαγγελίας ἐν χριστῷ ἰησοῦ διὰ τοῦ εὐαγγελίου οὗ ἐγενήθην διάκονος βασιλέιαν μὲν γὰρ ἐπήγγελται παρὰ τοῦ πατρὸς διὰ χριστοῦ δὲ τὰ ἔθνη καὶ τῆς εἰς αὐτὸν πίστεως τῆς τοιαῦτης ἐστὶν ἐπαγγελίας συμμέτοχα τῆς πίστεως αὐτοῖς φησι τὸ εὐαγγελιὸν δηλὸν καὶ πρόξενον
κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ χριστοῦ τῆς δοθείσης μοι ἐγενήθην φησὶ τοῦ εὐαγγελίου διάκονος ἐν δωρεᾶ χάριτος τοῦτο λαβών οὐδὲν γὰρ ἐγὼ ἔργον ἐμὸν σύνεισήνεγκα τῇ χάριτι τάυτῃ ὅρα παῦλον ταῦτα λέγοντα τὸν καθ’ ἡμέραν ἀποθνήσκοντα
κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ καὶ οὐ μόνον φησὶν ἐδωρήθη μοι χάρις αὕτη ἀλλὰ πρὸς τῇ δωρεᾷ καὶ ἐνεργεῖ μοι δύναμιν εἰς τὸ ἰσχύειν πρὸς τὴν διακονίαν τοῦ εὐαγγελίου δέδωκεν Τριῶν γὰρ δεῖται τὸ πρὰγμα παραβόλου ψυχῆς καὶ βίου ἀλήπτου καὶ σοφίας πνευματικῆς
ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἀγίων ὅρα ὑερβολὴν ταπεινοφροσύνης ἀλλαχοῦ μὲν μὴ εἶναι ἱκανὸν εἰς ἀποστολὴν ἔλεγεν αὐτόν νῦν δὲ καὶ πάντων τῶν ἁγίων ἐλαχιστότερον λέγει ἐμοὶ οὖν φησιν ἐδόθη χάρις αὕτη καὶ εἰκότως χάρις ἤγε τὸ πάντων ὥς φησιν ἐλαχιστοτέρῳ τῶν ἐθνῶν ἐπετράπη
ἐδόθη χάρις αὕτη ἐν τοῖς ἔθνεσιν ποία χάρις τὸ ἐν τοῖς ἔθνεσίν φησὶν εὐαγγελίζεσθαι
εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ εἰ πλοῦτος αὐτοῦ ἀνεξιχνίαστος ἐστιν τί δεῖ περὶ τῆς οὐσίας αὐτοῦ πολυπραγμονεῖν
καὶ φωτίσαι πάντας τίς οἰκονομία τοῦ μυστηρίου ὅτι μὲν γὰρ κληθήσεται τὰ ἔθνη εἴδεσαν τινες διὰ τοῦ πνευματός ὅτι δὲ ἐπὶ τοιούτοις ὥστε ἀπαρχὴν αὐτῶν γένεσθαι τὸν θεὸν λόγον οὐκ εἴδεσαν τοῦτο οὖν φησιν μυστήριον ἀποκεκρυμμένον
τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ ὥστε οὐ νεαρὸν ἐστι τὸ κατὰ τὰ ἔθνη ἀλλ’ ἄνωθεν ἐδέδοκτο εἰκότως δὲ πᾶσιν ἄγνως τον ἦν ὅτι τὰ ἔθνη τοιόυτων ἀξιωθήσεται εἰ γὰρ ἐν τῷ θεῷ κέκρυπτο τίς ἦν ἀποκαλύπτων
τῷ τὰ πάντα κτίσαντι διὰ ἰησοῦ χριστοῦ γὰρ τὰ πάντα δι’αυτοῦ κτίσας πατηρ καὶ τοῦτο δι’αυτοῦ ἀπεκάλυψεν
ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ὅτι μὲν γὰρ ἐγένετο μερὶς κυριοῦ λαὸς τοῦ ἰακὼβ εἴδεσαν καὶ ὅτι σώσει τὸν λαὸν αὐτοῦ εἶπεν γαβριὴλ περὶ τοῦ ἰσραὴλ λέγων ὅτι δὲ ἐπὶ τούτοις τὰ ἔθνη κληθήσεται οὐκ εἴδεσαν εἰ δὲ ἀρχαὶ καὶ ἐξουσίαι οὐκ εἴδεσαν δῆλον ὡς οὐδὲ ἄγγελοι ἀρχάγγελοι
διὰ τῆς ἐκκλησίας ὅτε γὰρ ἡμεῖς ἐμαθομεν Τότε κακεῖνοι δι’ ἡμῶν ὁρῶντες τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καὶ δι’ αὐτῆς εἰς γνῶσιν δηγούμενοι
πολυποίκιλος σοφία τοῦ θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων οὐ μόνον ποικίλη ἀλλὰ πολυπόικιλος οὖσα φησι κατὰ πρόθεσιν τῶν αἰώνων τουτέστιν καταπρόγνωσιν καὶ πρόειδησιν καὶ πρὸ οἰκονομίαν νῦν μὲν γὰρ γέγονεν φησιν ἄνωθεν δὲ ταῦτα ἐδόκει
ἣν ἐποίησεν ἐν χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν οὓς ἀπαιώνων δι’ αὐτοῦ γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν
ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ προσήχθημεν οὖν τῷ θεῷ καὶ πατρὶ διὰ χριστοῦ προσήχθημεν δὲ οὐχ ὡς αἰχμάλωτοι οὐ δὲ ὡς συγγνώμης ἀξιωθησόμενοι ἐφοῖς ἡμᾶρτήσαμεν ἀλλὰ μετὰ παρρησίας φησὶ καὶ παρρησίας οὐχ ἁπλῶς ἀλλὰ ἐνθάρσει τινὶ καὶ πεποιθήσει ἁγιάσας γὰρ ἡμᾶς διὰ τοῦ ἰδίου αὐτοῦ αἴματος προσήγαγεν θαρροῦντας λοιπὸν προσελθεῖν διὰ τὴν εἰς αὐτὸν πίστιν
διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν εἴτις ἐστὶν δόξα ὑμῶν διο φησιν αἰτῶ μὴ ἐκκακεῖν μὴ δὲ θορυμεῖσθαι ἐν ταῖς θλίψεσιν μου αἵτινες ὑπὲρ ὑμῶν καὶ δι’ ὑμᾶς εἰσί μοι πῶς ὅτι ὅυτως ἠγάπησεν ὑμᾶς θεὸς ὥστε τὸν ὑιὸν αὐτοῦ δοῦναι καὶ τοὺς δοὺλους αὐτοῦ κακοῦν ὑπὲρ τοῦ ὑμᾶς σωθῆναι ἆρα οὐ δόξα τὸ ὅυτως ἀγαπᾶσθαι ὑπὸ θεοῦ
τούτο χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐπειδὴ ὅυτως ἠγαπεῖσθε παρὰ θεοῦ δέομαι φησιν ὑπὲρ ὑμῶν
ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται ἐπὶ μὲν γῆς πατριᾶς τὰ γένη καλεῖ ἀφῶν καὶ πατέρες καλοῦνται ἐν οὐρανῶ δὲ ἔνθα οὐκ ἔστιν ὅς δὲ ἐκ τοῦ δὲ πατριᾶς τὰ συστήματα λέγει αὐτὸς γὰρ τάς τε ἄνω καὶ τὰς κάτω φυλὰς ἐδημιόυργησεν
ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ ὅρα μεθόσης ἀπληστίας ἐπέυχεται αὐτοῖς τὰ ἀγαθά δυνάμει κραταιωθῆναι φησιν εἰς τὸ μὴ περιφέρεσθαι τοῦτο δὲ πῶς ἕσται διὰ πνευματός ἁγίου τὸ δὲ κραταιωθῆναι ὡς πρὸς τοὺς πειρασμοὺς νόει
εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστὸν εἰς τὸ κατοικῆσαι φησιν τὸν χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον ἵνα δώη ὑμῖν εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν χριστόν ἵνα φησι ναὸς θεοῦ γένησθε καὶ οὐχ ἁπλῶς κατοικῆσαι ἀλλὰ ἐν ταῖς καρδίαις ὑμῶν μηδέν φησιν ἐπιπόλεον γὰρ ἔσω ἄνθρωπος καὶ αἰ καρδίαι τὴν καταβάθους ἐνοίκησιν καὶ τὴν οἱον συμφυῆ καὶ ἐρριζωμένην δηλοῖ
διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι πῶς δὲ ἔσται τοῦτο διὰ τῆς πίστεως φησιν καὶ διὰ τοῦ ἐν ἀγάπη εἲναι ὑμᾶς ἐρριζωμένους καὶ τεθεμελιωμένους καὶ ὑπὸ μὴδεν ὃς κινουμένους
ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺμ πᾶσιν τοῖς ἁγίοις ταῦτα δὲ ὑμῖν διὰ τοῦτο ἐπέυχομαι φησιν ἵνα ἐξισχύσητε καταλαβέσθαι πολὺν δὲ ἔδειξεν τὸν κάματον τότε ἐξισχύσαι καὶ τὸ καταλαβέσθαι εἰπῶν
τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος σωματικοῖς ὑπογράφει σχήμασι τὸ τοῦ μυστηρίου μέγεθος τοῦ ὑπερ τῶν ἐθνῶν οἰκονομηθέντος
καὶ ὕψος οἷον τοῦ μυστηρίου
γνῶναί τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ καὶ ἵνα φησι γνῶτε τὴν ὑπερβάλλουσαν πᾶσαν ἀνθρωπινήν γνῶσιν ἀγάπην τοῦ χριστοῦ καὶ οἷον τῆς γνώσεως ὑπεράνω ἔστι μεν γάρ φησιν ὑπεράνω γνώσεως πλὴν ὑμεῖς γνώσεσθε εἰ τὸν χριστὸν σχόιητε ἐνοικοῦντα ἵνα ἐκ τούτου πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ πλήρωμα δὲ θεοῦ ἐστιν τὸ γνῶναι ὡς ἐν πατρὶ καὶ υἱῷ καὶ πνευματὶ ἁγίω προσκυνεῖται ἡμῖν θεὸς ἵνα ἦτε φησιν πεπληρωμένοι πάσης ἀρετῆς ἧς πλήρης θεὸς
τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὐπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα νοοῦμεν τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ πάντα αὐτῷ φησιν δόξα ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπὲρ περισσοῦ ποιὴμαι ποεῖ ἔνι γὰρ καὶ πλείονα ποιοῦντα τῶν αἰτηθέν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
κατὰ τὴν ἐνέργειαν τὴν ἐνεργουμένην ἐν ἡμῖν καὶ ὅτι ἐκπερισσοῦ ὧν αἰτούμεθα ἠνοοῦμεν δυναστός ἐστι ποιῆσαι δῆλον ἐκ τῆς ἐν ἡμῖν ἐνεργούσης δυνάμεως αὐτοῦ τίς γὰρ τοῦτο προσεδόκησεν περὶ τῶν ἐθνῶν ὅτι οἱ τοσοῦτον ἀπερρωγότες θεοῦ ἐν τοῖς ὑιοθετηθεῖσιν εἰσὶν
αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων ἀμήν ἐπειδὴ γὰρ τοσαῦτα δωρησάμενος δοξάζεσθαι ὀφείλει ὥστε καὶ δοξολογία δεῖγμα ὑπάρχει τοῦ μεγέθους τῶν δεδωρημένων ἡμῖν παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν ἀνθρωπίνην ἀγαθῶν καλῶς δὲ δόξα αὐτοῦ ἐν ταῖς ἐκκλησίαις ἐπεὶ γὰρ αὖται διηνεκῶς μένουσιν ἐν ταύταις εἴ φησὶν δόξα τοῦ θεοῦ ἵνα μείνη διηνεκῶς δοξαζόμενος καὶ εἰς πάσας ἔλθει τοῦτο γενεάς
ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ σὺν χριστῶ ἰησοῦ νόει νοήσεις διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νόει εἰρῆσθαι
παρακαλῶ οὖν ὑμᾶς ἐγώ δέσμιος ἐν κυρίῳ διὰ τὸν κύριον φησὶν δέσμιος βαβαὶ ὅσον τὸ ἀξίωμα τὸ δεδέσθαι διὰ τὸν χριστὸν καὶ αὐτὸς γὰρ ἀπόστολος ταύτην προβάλλεται ὡς δι’ αὐτὴν δυσωπήσων αὐτούς
ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε μεγάλη γὰρ κλῆσις καὶ ἐπὶ μεγάλοις ἐπὶ τὸ ἔχειν κεφαλὴν τὸν χριστόν ἐπὶ τὸ εἰς ὑιοὺς εἶναι θεοῦ
μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος μετὰ μακροθυμίας ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ τουτέστιν ἐν παντὶ πράγματι ἐπὶ παντὸς προσώπου οὕτω γάρ ἐστιν ἀξίως τῆς ἐκκλησίας περιπατῆσαι μετὰ ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας καὶ τοῦ ἀνέχεσθαι ἀλλήλων ἔνθα γάρ ἐστιν ἀγάπη πάντα ἐστὶν ἀνεκτά
σπουδάζοντες τηρεῖν τὴν ἑνώτητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καθάπερ γὰρ ἐπὶ τῶν ἡμετέρων σωμάτων ἐστὶ τὸ ἡμῶν πνευμᾶ ἐνεργοῦν ἐν πᾶσι τοῖς μέλεσι καὶ πάντα συνέχων ὅυτω καὶ τὸ πνευμᾶ τὸ ἅγιον ἡμῖν ἐδόθη τοὺς γένει καὶ τρόπω καὶ ἤθεσιν διαλάττοντας ἑν οῦν καὶ ποιοῦν ἡμᾶς σῶμα ἓν ταύτην φυλάξωμεν τὴν ἑνώτητα τὴν διὰ τοῦ ἁγίου δοθεῖσαν ἡμῖν πνευματός εἴτις φησὶ γίνεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης
ἓν σῶμα καὶ ἓν πνεῦμα γίνεσθε φησιν οὕτως ἡνωμένοι ὅυτως ἀλλήλων κηδόμενοι ἐκ τούτου γάρ φησιν ἔσεσθε καὶ ἓν πνευμᾶ ἔχοντες τουτέστιν ὁμότιμον τὴν χάριν τοῦ πενυματός ὅτι ἔστιν μὲν ἓν σῶμα εἰναι οὐκ ἓν δὲ πνευμᾶ ὡς ὅταν τις αἱρετικῶν φίλος ᾖ ὅτι τοῦ τό φησιν ἓν πνευμᾶ λαβόντες οὐκ ὀφείλετε διχονοεῖν ἀλλ’ ἓν εἰναι σῶμα ὅτι πνευμᾶ ἐνταῦθα τὴν προθυμίαν καλεῖ
καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι θεὸς ἡμᾶς φησιν ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν οὐδενὶ πλεῖον ἀπονείμας πᾶσιν ἀθανασίαν πᾶσι ζωὴν αἰώνιον ἐπηγγείλατο πᾶσιν δόξαν ἀθάνατον πᾶσιν ἀδελφότητα πᾶσι κληρονομίαν ἐπηγγέιλατο κοινὴ πάντων ἐγένετο κεφαλή πάντας ἤγειρε καὶ συνεκάθισεν εἰ τοίνυν φησιν ἐντοῖς πνευματικοῖς τοσαύτην ἔχετε κοινωνίαν ὠφείλετε καὶ ἓν σῶμα εἶναι ἐν τῇ τῆς ἀγάπης ἀνακράσει
τῆς κλήσεως ὑμῶν πάντα γὰρ τὰ εἰρημένα κοινή ἐστιν ἡμῶν ἐλπὶς ἐκ τῆς κλήσεως γενομένη
εἷς κύριος μία πίστις ἓν βάπτισμα ἰδοὺ καὶ ἄλλη κοινωνία εἰς ἡμῖν κυριός μία πίστις ἒν βάπτισμα οὐδεῖ οὖν ἡμᾶς διεστάναι
εἷς θεὸς πατὴρ πάντων ἐπὶ πάντων καὶ ἐμπασῖν ἡμῖν ἰδοὺ καὶ ἄλλη κοινωνία ἀγάπης πρόφασις τὸ εἶναι ἡμῖν ἔνα πατέρα τὸν θεόν καὶ ἐπὶ πάντων τουτέστιν ἐπάνω πάντων καὶ διὰ πάντων τουτεστιν προνοῶν διὰ πάντων ἡμῶν καὶ ἐνοικῶν ἐν πᾶσιν ἡμῖν
ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ εἰ πάντα ἐστὶν ὡς λέγεις κοινὰ πόθεν δεῖνα μὲν μεῖζον δεῖνα δὲ ἔλαττον ἔχει χάρισμα τοῦτο γὰρ αὐτοὺς εἰς φθόνον μάλιστα ἦγε καὶ φησὶν ἑκάστω ἐδόθη χάρις τουτέστιν τὸ χάρισμα κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ ὡσεὶ εἶπεν εἰ αὐτὸς ἐμέτρησεν πάντως ὅτι καλῶς ἐμέτρησεν πάντως ὅτι καὶ συμφερόντως καὶ εἰ δωρεάς ἐστι τὸ πᾶν ὑπὲρ μὲν οὔ ἔλαβες εὐχαρίστει ὑπὲρ δὲ οὗ οὐκ ἔλαβες μὴ φθόνει δωρεὰ γὰρ ἐστιν ὡσεὶ εἶπεν οἶδεν μετρήσας καὶ δωρησάμενος πῶς καλῶς καὶ συμφερόντως τοῦτο πεποίηκεν τὰ μὲν γὰρ ἄλλα κοινὰ πρόκειται τὰ δὲ χαρίσματα δέδοται κατὰ τὴν ἀναλογίαν τῆς ἐκάστου καθαρότητος
διὸ λέγει ἀναβὰς εἶς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ὅτι φησὶν χάρις δωρέα ἐστι τοῦ χριστοῦ καὶ αὐτὸς μετρήσας ἔδωκεν ἄκουε φησι τοῦ δαυῖδ τὸ δὲ ἀναβὰς εἰς ὕψος ἀλλαχοῦ λέγει ὅτι ἐπήρθη μεγαλοπρέπεια σου ὑπεράνω τῶν οὐρανῶν τίνα δὲ ἥχμαλώτευσεν ἡμᾶς δηλονότι τὴν καλὴν καὶ συμφέρουσαν αἰχμαλωσίαν πολέμω γὰρ νοητῶ νικήσας τὸν διάβολον αἰχμαλώτους εἶλεν ἡμᾶς οὐχ ἵνα κατα δουλώσηται πῶς γὰρ τοὺς ὄντας δούλους καὶ πάλαι ἀλλ’ ἵνα τῆς πικρᾶς ἀπαλλάξη τυραννίδος τοῦ πονηροῦ
καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις ὥστε οὖ χριστοῦ τὰ δόματα τί ἀδημονεῖς πολύ μὴ ἔχων φθονεῖς τῷ ἔχοντι δε μὲν ὅυτως παρακατιῶν δὲ δέικνυσιν ὅτι πρὸς ὠφέλειαν τῆς ἐκκλησίας ἐκάστος ἔλαβεν τὸ χάρισμα καὶ τὸ μέγα λαβὼν καὶ οὐ τοιοῦτον καὶ οὐ διὰ τὰ οἰκεῖα ἔργα οὐ δὲ διὰ τὸ ἄξιον εἶναι τινὰ τοῦ λαβεῖν τίς οὖν φθονήσει ἐν τὸ διά τί εἰληφότι καὶ πρὸς ἑτέρων ὠφέλειαν ὅσω γὰρ μεῖζον τὸ χάρισμα τοσοῦτω ἀκριβέστερον αἰ εὐθύναι
τὸ δέ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον οὐκ ἂν δέ φησιν ἐδεήθη προφήτης τοῦ εἰπεῖν ἀνέβη εἰ μὴ ἴδει ὅτι καὶ κατέβη πρῶτον περὶ γὰρ τοῦ καταβάντος τὸ ἀνέβη λέγει τίς
εἰς τὰ κατώτερα μέρη τῆς γῆς τουτέστιν μεθὰ οὐκ ἔνι κατώτερα λέγει δὲ τὸν ἄδην ὡς πρὸς τὴν κοινὴν συνήθειαν ἀφορῶν ὅυτω γὰρ λέγειν εἰώθαμεν διὸ καὶ ἰακώβ φησι καὶ κατάξαι τὸ γῆρας μου μετ’ ὠδύνης εἰς ἄδου καὶ δαυιδ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
καταβάς αὐτός ἐστιν καὶ ἀναβὰς τοῦτο φησιν ὅτι οὐδὲν αὐτῷ πρὸς τὴν ἄνωδον ἐνεπόδισεν εἰς τὰ κατώτατα κάθοδος ὥς τέ φησιν καὶ ὑμῶν ὅσω ἄντις ταπεινοφρονεῖ τοσοῦτον μᾶλλον ὑψοῦται
ὑπεράνω πάντων τῶν οὐρανῶν μεθὰ οὐκ ἐστιν ἄλλο
ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ κατέβη καὶ ἀνέβη
καὶ αὐτὸς ἔδωκεν μὴ παραιτησάμενος φησιν διὰ τὴν ἡμῶν σωτηρίαν εἰς τὰ κατώτατα κατελθεῖν αὐτὸς τὴν διανομὴν τὼν χαρισμάτων ἐποίησεν ἄρα οὖν χρὴ ἀγανακτεῖν πρὸς τὴν διανομήν εἰ γὰρ αὐτὸς ἔδωκεν τί ἀντι λέγεις ἀλλαχοῦ δέ φησιν τὸ πνευμᾶ διδόναι τὰ χαρίσματα πάντα γὰρ ταῦτα φησιν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνευμᾶ ἀλλαχοῦ τὸν πατέρα φησιν ὡς τὸ ἐγὼ ἐφύτευσα ἀπολλῶς ἐπότισεν ἀλλ’ θεὸς ἤυξανεν ἐνταῦθα τὸν ὑιὸν κοινὰ γὰρ τὰ πάντα τῇ ἁγία καὶ μακαρία τριάδι
τοὺς μὲν ἀποστόλους τοὺς δὲ προφήτας οἱ γὰρ ἀπόστολοι καὶ προφητείαν εἶχον οἵδε τὸτε προφῆται οὐκ εἶχον ἀποστολήν
τοὺς δὲ ποιμένας καὶ διδασκάλους τοὺς τὰς ἐκκλησίας ἐμπεπιστευμένους λέγει τοὺς ἐπισκόπους οἷος τιμόθεος οἷος τῖτος ἦν
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ ὁρᾶς τὴν αἰτίαν τῆς δόσεως τῶν χαρισμάτων πρὸς καταρτισμόν διδόμενα τουτέστιν πρὸς ἀπαρτισμόν πρὸς πλήρωσιν εἰς τὸ ἐν τούτοις διακονεῖν τῇ ἐκκλησία καὶ οἰκοδομεῖν αὐτήν ὅσω οὖν τις μείζονα ἔλαβε χάρισμα τοσούτω μεἶζον ἔχει τὸ φορτίον τίς οὖν φθονήσει ἐν τὸ μεῖζον ἔχοντι φορτίον ταῦτα δέ φησι πρὸς τοὺς τῷ φθόνω τῶν μειζόνων χαρισμάτων ἀποκεκομμένους τοῦ σώματος τῆς ἐκκλησίας δεικνὺς ὅτι πάντων τὸ ἔργον εἰς ἒν ὁρᾶ τέλος τὸν καταρτισμὸν τῶν ἁγίων ποῦ οὖν χρεία φθόνου τῶν ἁγίων ἢτοι τῶν ἀποστόλων εἰ μὴ συμβαίη τοῦτο γίνεσθαι μόνον ὑπὸ τῶν ἀπίστων
μέχρι καταντήσωμεν οἱ πάντες οἷον φθάσωμεν
εἰς τὴν ἑνώντητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τουτέστιν ἔως ἂν οἱ πάντες μίαν τὴν πίστιν σχῶμεν ἕκαστος κάμνει καὶ ἕκαστος διακονεῖ ἑνώτης γὰρ πίστεως τὸ μὴ διαφωνεῖν περὶ τὰ δόγματα τοῦτο γὰρ ἐπίγνωσις τοῦ ὑιοῦ τοῦ θεοῦ τὸ μὴ διαφωνεῖν περὶ αὐτοῦ ἄνδρα δὲ τέλειον καὶ μέτρον ἡλικίας λέγει τὴν τελείαν τοῦ χριστοῦ ἔννοιαν καὶ εἴδησιν
τοῦ πληρώματος τοῦ χριστοῦ πλήρωμα χριστοῦ φησιν τὴν περὶ χριστοῦ ὀλοτελῆ γνῶσιν καὶ πίστιν οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν ὅτι ἐκ θεότητος καὶ ἀνθρωπότητος εἰς μίαν ὑπἄρχει ὑπόστασιν ἵνα γὰρ μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσης ἐπήγαγε τοῦ πληρώματος τοῦ χριστοῦ ὡσεὶ ἔλεγεν μέχρις οὗ εἰς τελείοτητα φθάσωμεν τῆς ὀλοτελοῦς τοῦ χριστοῦ γνώσεως καὶ πίστεως
ἵνα μηκέτι ὦμεν νήπιοι δείκνυσιν πάλαι τοῦτο παθόντας αὐτοὺς καὶ ὠς ἐν διηγήματος τάξει ἐπανορθοῦται αὐτοὺς καὶ ἑαυτὸν συντάττων διὰ τὸ ἀνεπαχθές νηπίους δὲ τῇ πίστει φησιν
κλυδονιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας νηπίων γὰρ ὄντως τὸ περιφέρεσθαι καὶ οὐ βεβηκότων
ἐν τῇ κοιβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κοιβευταὶ λόγων λέγονται οἱ ποτε μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο διδάσκοντες καὶ μετα βαὶνοντες ἀεὶ ἀπὸ τούτου εἰς τοῦτο πανούργως τοιοῦτοι οἱ αἱρετικοί οἱ δὲ τοιοῦτοι φησι καὶ πανοῦργοι πρὸς τὸ μεθοδον ἐυρεῖν καὶ πρόφασιν πλάνης πάντα πρὸς τὸ ἀπατῆσαι μηχανώμενοι
ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν κεφαλή χριστός ἐκεῖνοι μὲν νόθα φησὶν καὶ ψευδῆ διδάσκουσι περὶ ὧν λόγος ἡμεῖς δὲ ἀλληθεύοντες ἔντε δόγμασι καὶ βίω καὶ λόγω ἐν ἀγάπῃ ἄλλω γὰρ οὐκ ἔστιν ἀληθέυειν αὐξήσωμεν καὶ ἐποικοδομήσωμεν εἰς τὸν χριστὸν τὴν κεφαλὴν ἡμῶν τὰ πάντα ἡμῶν καὶ βίον καὶ λόγον καὶ δόγματα
ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἑνὸς ἑκάστου μέρους καθάπερ ἐπὶ τῶν ἡμετέρων σωμάτων τὸ πνευμᾶ ζωτικὸν τὸ ἀπὸ ἐγκεφάλου διὰ τῶν νεὐρων κατιὼν οὐχ ἁπλῶς πᾶσιν ἐμπνεῖ τοῖς μέλεστιν δύναμιν ἀλλὰ τὸ μὲν πλεῖον τι δεξασθαι δυναμένω πλεῖον δίδωσι τὸ δὲ ἔλαττον ἔλαττον ὅυτως καὶ χριστὸς καθάπερ γὰρ μελῶν τῶν ἡμετέρων ψυχῶν ἐξαυτοῦ καὶ εἰσαυτὸν ἀποκεκρυμμένων πνευματικὴ αὐτοῦ δύναμις καὶ τῶν χαρισμάτων διανομὴ κατὰ ἀναλογίαν ἑνὸς ἐκάστου μέλους αὐτοῦ πρὸς ἁπτομένη τὴν αὔξησιν ποιεῖται τῆς πνευματικῆς ἡλικίας διὰ τῆς ἁφῆς φησι τῆς ἐπιχορηγίας τουτέστιν διὰ τῆς ἐν τῇ ἁφῆ καὶ οἷον ἐρεύνη τοῦ ἐπιτηδείου ἐπιχορηγίας γινομένης ἐκεῖνη γὰρ ἀπὸ τοῦ χριστοῦ κατιοῦσα πνευματικὴ δύναμις ἑνὸς ἐκάστου μέλους αὐτοῦ ἁπτομένη ὅυτως ἐνεργεῖ ὡς ἑὰν ἕυρη τινὰ πρὸς ὑποδοχὴν ἐπιτή δειον ὡσει ἐλεγεν τὰ μέλη τοῦ χριστοῦ ἡμεῖς φησι οἱ ἄνθρωποι κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου πνευματικοῦ μέτρου δεχόμενοι τὴν ἀπὸ χριστοῦ ἐπιχορηγίαν αὔξωμεν τὸ γὰρ πνευμᾶ ἄνωθεν ἐπιρρέον ἀπὸ τοῦ χριστοῦ ἀφθόνως καὶ χορηγόυμενον πάντων ἐφαπτόμενον τῶν εἰς μέλη τελούντων τοῦ χριστοῦ πρὸς τὴν ἀναλογίαν τῆς ἐκάστου δυνάμεως τὴν αὐξησιν ποιεῖται καλῶς δὲ προστέθεικεν ἐν ἀγάπη ἄνευ γὰρ ταύτης οὐκ ἂν εἰς τινα καταβαίη τὰ πνευμᾶ τὸ ἅγιον
ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίου ἰωάννου ἔξῃ νοῆσαι ἐξ οὖ χριστός πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδία κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλεῖσθαι αὐτῷ Κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γινομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ αὔξων γὰρ τὴν ἐκκλησίαν χριστὸς πνευματικῶς τε καὶ αἰσθητῶς ἑαυτὸν οἰκοδομεῖ ἐπειδὴ τὸ ἴδιον αὔξει σῶμα καλῶς δὲ τὸ ἐν αγάπῃ ἄνευ γὰρ τοῦ ταύτην ἡμῖν προσϊέναι οὐδὲν ἡμῖν τούτων ἔσται
τοῦτο οὗν λεγώ καὶ μαρτύρομαι ἐν κυρίῳ μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐχρῆν μὴ μόνον διὰ τοῦ παραινεῖν ἀλλὰ καὶ διὰ τοῦ φοβεῖν καὶ τῷ θεῷ παραδιδόναι τὴν διδασκαλίαν ἐργάζεσθαι μαρτύρομαι φησιν ἐν κυρίω τουτέστιν μάρτυρα τὸν κυριόν καλῶ ὅτι εῖπον τί δεῖ ὑμᾶς πράττειν ὅρα δὲ σοφίαν οὐκ εἶπεν μὴκετι ὑμᾶς περιπατεῖν καθὼς περιπατεῖτε ἔπληξεν γὰρ ἄν ἀλλὰ τοῦτο μὲν ἐδήλωσεν ἀπὸ δὲ ἑτέρων ἤγαγεν τὸ παράδειγμα
ἐν ματαίοτητι τοῦ νοὸς αὐτῶν εἰς τὸ μὴ περὶ τὰ μάταια ἀσχολεῖσθαι τὸν νοῦν ὑμῶν
ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ τὸ γὰρ πλῆθος τῶν βιωτικῶν ἁμαρτιῶν τὸ διορατικὸν τῆς διανοίας ἐπισκοτίζουσα ἰδεῖν οὐκ ἐτᾶ τὸν ἥλιον τῆς δικαιοσύνης χριστόν ἔνθεν γίνεται πώρωσις τῆς καρδίας ὅπερ παρακατιῶν φησιν οἷον εἰπήρωσις τις οὖσα καὶ ἀναισθησία τὸ γὰρ ἐσκοτισμένον καὶ ἀναίσθητον
διὰ τὴν ἄγνοίαν τὴν οὖσαν ἐν αὐτοῖς εἰ οὖν ἀγνοοῦσι φησι ἔτι·καὶ εἰ πεπώρωνται οὐκ ἄξιοι ἐγκλημάτων εἰσὶν τιμωριῶν ἀλλὰ μάλλον τοῦ μαθεῖν ἀλλ’ ὅρα πῶς αὐτῶν ἀφαιρεῖται τὴν συγγνώμην οἵτινες φησιν ἀπηλγηκότες ἑαυτὸυς παρέδωκαν τῇ ἀσελγεία εἰς ἐργασίαν ἀκαθαρσίας πάσης δείκνυσι γὰρ ὅτι τῆς ἁγνοίας καὶ τῆς πωρώσεως ὁμίος αὐτοῖς αἴτιος ὁδεμίος ἐξ οἰκείας γέγονεν ῥαθυμίας καὶ ἀναλγησίας ἑαυτοὺς γὰρ φησι παρέδωκεν ὅταν οὖν εἰς τὴν πρὸς ῥωμαίους εὕρης παρέδωκεν αὐτοὺς θεὸς εἰς ἀδόκιμον νοῦν κατὰ τὴν ενταῦθα διάνοιαν αὐτῶν νόει συνεχώρησεν γὰρ θεὸς παραδοθῆναι αὐτοὺς ἐπειδὴ τούτου ἀξίους ἑαυτοὺς ἐπόιησαν
διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν διὰ τὴν ἀναισθησίαν ἀναισθησίαν γὰρ φέρει τοῦ φωτὸς ἡσκότωσις τὸ μὴ ἔχειν ἐν ἑαυτοῖς φόβον θεοῦ
οἵτινες ἀπηλγηκότες οἷον ἀναλγήτως ἐσχηκότες καὶ ῥαθυμήσαντες καὶ καμεὶν μὴ βουληθέντες πρὸς εὕρεσιν τοῦ καλοῦ Εἰς τὸν παράνομον βίον ἐξωκέιλαντες κατὰ βραχὺ τὴν ἀναλγησίαν ἐνόσησαν
ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ πῶς γὰρ ἐν ἀσελγεία ἐξεταζόμενος δυνηθεί ἡγνῶναι θεόν οὐκ οὖν αἰτία τῆς ἀγνόιας ἡασέλγεια ἥτις κατὰ ἀγνώμην ἁμαρτάνεται
εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ ὡς ἔργω φησι τὸ ἀσελγένειν ἐχρήσαντο καὶ πλεονεκτεῖν ἀρα οὐκ ἐξ ἦν αὐτοῖς μὴ ἀσελγένειν μὴ πλεονεκτεῖν Παντί που δῆλον ὁρᾶς ὅτι παρ’ αὐτῶν γέγονεν σκότασις καὶ πώρωσις
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστὸν εἴγε αὐτὸν ἠκούσατε οὐκ ἐπὶ τούτω φησὶν τῷ ὅρῳ ὥστε τὰ ὅμοια ποιεῖν ἐκείνοις τὸ δὲ εἴγε αὐτὸν ἠκούσατε ἅγιος ἰωάννης βεβαιωτικὸν ἐδέξατο Καθώς φησιν αὐτὸν ἠκούσατε δύναται δὲ τις καὶ ἐν ἀμφιβόλω αὐτὸ δέξασθαι ἵνα καὶ μᾶλλον αὐτοὺς πλήξη ὡσεὶ εἶπεν ἀμφιβάλλω γὰρ εἴτις τὸν χριστὸν ἀκούσας καὶ διδαχθεὶς ἐν αὐτῷ τοιαῦτα πράττει
καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφήν τὸν παλαιὸν ἄνθρωπον τὸ καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ δύνη καὶ τὸ ἄνω ἁρμόσαι οἷον καὶ ἐν αὐτῷ ἐδιδάχθητε τί ̓ἐδιδάχθημεν καθώς φησιν ἐστιν ἀλήθεια ἐν αὐτῷ ἀλήθειαν λέγων τὴν δικαιοσύνην τὸ γὰρ ψευδός γὰρ ἐστιν ἁμαρτία καθὼς οὖν ἐστιν ἐν αὐτῷ ἀλήθεια ὅυτως καὶ ὑμεῖς ἐδιδάχθητε κατὰ γὰρ αὐτὴν ἐδιδάχθητε δύνη δὲ καὶ τῷ εποιμένῳ ἁρμόσαι αὐτό καὶ ἐν αὐτῷ ἐδιδάχθητε καθώς ἐστιν ἀλήθεια ἐν τῷ ἰησοῦ ἀποθέσθαι ὑμᾶς τοῦτο γὰρ ἐδιδάχθητε καὶ τοῦτό ἐστιν τῷ ἰησοῦ ἀλήθεια τὸ ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν ἐν ἁμαρτίαις
τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης τὸ κατὰ τὰς ἐπιθυμίας ἀντὶ τοῦ διὰ τῶν ἐπιθυμιῶν κεῖται δι’ αὐτῶν γὰρ φθείρεται ἄνθρωπος ὥσπερ τὸ ́ἔριον φθείρεται δὲ καὶ ἐν τῇ γεέννῃ καὶ ἐν τῷ νῦν βίω αἱ γὰρ ἀκολασίαι καὶ αὐτοῦ τοῦ σώματος Οὐ μόνον τῆς ψυχῆς εἰσι φθαρτικαί ὥς πέρ φησιν αἱ ἐπιθυμία φθείρονται φθείρονται δὲ καὶ νόσω καὶ χρόνω καὶ τὸ τελευταῖον θανάτω ὅυτως καὶ αὐτὸς τὰς ἐπιθυμίας τίκτων ἄνθρωπος καλῶς δὲ τὴν ἐκ τῶν ἐπιθυμιῶν ἀποτελουμένην ἁμαρτίαν ἀπάτην ἐκάλεσεν ἀπάτη γὰρ καὶ οὐ κυρίως ἡδονή
ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν ̓ἀνανεοῦσθαι δὲ διὰ τοῦ ἁγίου πνευματος τοῦ ὄντος ἐν τῶν οἰ ὑμῶν τὸ γὰρ πνευμᾶ παλαιῶν οὐκ ἀνέχεται πράξεων καλῶς δὲ τὴν τοιάυτην ἀνακαίνισιν ἐν πνευματι γίνεσθαι λέγει οὐ γὰρ σωματικῶς ἄλλοι ἀντάλλων γινόμεθα ἀλλὰ διὰ πνευματὸς ἔστιν ἀνακαίνισις μετανοίας ἡγουμένης καὶ τὸ γήρας τῶν ἁμαρτιῶν ἀποζετόυσης
καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον ἐνεδύσασθε φησιν ἐν τῷ καπτίσματι ἐνδύσασθε καὶ διὰ μετανοίας καὶ πολιτείας χρηστῆς
τὸν κατὰ θεὸν κτισθέντα γὰρ τοιοῦτος ἄνθρωπος ἐν ἀρετῆ ζῶν κατὰ θεὸν ἕκτισται καὶ κατὰ θεὸν πολιτέυεται δικαιοσύνη δὲ καθολικὴ λέγεται ἀρετῆ ὁσίοτης δὲ καθαρότης
ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας ἦν καὶ παρὰ ἰουδαίοις δικαιοσύνηκαὶ ὁισίοτης ἀλλὰ τυπική Περὶ σώματος γὰρ κάθαρσιν ἠσχόλειτο ἀλλὰ μἡ ταύτην ἀλλὰ τὴν ἐν ψυχῆ δικαιοσύνην καὶ ὁσίοτητα ἐνδύσασθε αὔτη γὰρ τῆς ἀληθείας ὅτι δικαιοσύνην ἀληθείας λέγει πρὸς ἀντι διαστολὴν τῆς ἐν ὑποκρίσει
διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ ὅτι ἐσμὲν ἀλλήλων μέλη εἶπεν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς λοιπὸν καὶ ἰουδαικῶς αὐτὸν διαγράφει καὶ πρῶτον αὐτοῦ τὸ ψεῦδος ἀποκόπτει ὡς ἀπὸ οἰκείων μελῶν ὡσεὶ εἶπεν μὴ ὀφθαλμὸς ἰδὼν θηρίον οὐδίδωσι φυγὴν τοῖς ποσίν χείρψηλα φήσασα τὸ πονηρὸν ψεύδεται τὰ λοιπὰ μέλη ὅυτω φησι καὶ ὑμᾶς χρὴ ἀληθεύειν πρὸς ἑαυτούς
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν εἶπεν μὴ ψεύδεσθε ἐπὲι οὖν πολλάκις τίς ψευδόμενος ὀργῆς πρόφασιν παρεῖ χέφησι καλὸν μὲν τὸ μὴ ὀργίζεσθαι καθόλου εἰ δὲ ἄρα κἂν μὴ πρὸς ἁμαρτίαν ἐξαχθῆτε μὴ δὲ παραμενέτω ὑμῖν ἐπὶ πολὺ τὸ πάθος ἔνι γὰρ ὡς λέγοι τίς ὀργῆς δικαίας πρὸς ὥραν ἐμπλησθῆναι λύσον δὲ αὐτὴν πρὸ ἡλίου δύσεως διά τε τὸ μὴ δόξαι ἐπὶ ἀναξίοις ἀνατεταλκέν αὐτὸν ἥλιον καὶ ἵνα μὴ νὺξ διὰ τῶν ἐν νοιῶν χαλεποτέραν ἐργάσηται τὴν πυράν
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ ὅτι τοῦτο ἄνω εἴρηται μὴ ἐπιδυέτω φησὶν ἥλιος ἐπὶ τῶ παροργισμῶ ὑμῶν ἵνα μὴ δῶτε χῶραν τῶ διαβόλω διὰ τῶν κατὰ τὴν νύκτα λογισμῶν Πλεῖον ὑμᾶς ἐκ κάλειν κατὰ τῶν ἀδελφῶν ὥστε τὸ ἀλλήλους πολεμεῖν τόπον ἐστὶ διδόναι τῷ διαβόλῳ καθ’ ἡμῶν αὐτῶν
κλέπτων μηκέτι κλεπτέτω ἰδοὺ τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου ποῦ δὲ εἰσιν νῦν οἱ ῥύπου γένοντες ἑαυτοὺς δὲ καθαροὺς ἐπικαλοῦντες οἱ μὴ δεχόμενοι τὴν μετάνοιαν ἰδοὺ γὰρ φανερῶς ἀκόυουσιν κλέπτων μὴκετι κλεπτέτω
μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι οὐ γὰρ ἀρκεῖ πάυσασθαι ἁμαρτίας τὸν μετανοοῦντα ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῆς δευτέον αὐτῷ κοπίατω δὲ εἰπὼν τὸ ἐπίπονον ἐδήλωσεν τοῦ ἔργου τὸ ἀγαθόν φησιν καὶ γὰρ κλέπτων ἐργάζεται μὲν ἀλλὰ κακόν
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω σαπρὸν τὸ ἀργὸν καὶ ἰκαῖον καλεῖ σαπρὸν τὸν οἷον σεσηπότα καὶ δυσώδη τί γὰρ λοιδορίας Καὶ καταλαλιᾶς αἰσχρότερον αἰσχρολογίας καὶ εὐτραπελίας δυσωδέστερον σαπρὸν λεγει τὸ πλέον σεσηπός
ἀλλ’ ἔι τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας τῆς παρόυσης φησὶν περὶ ἧς ἡδιάλεξις δεῖ γὰρ τὸν πνευματικὸν ἄνθρωπον πᾶσαν προκειμένην διάλεξιν περι τρέπειν εἰς οἰκοδομὴν τῶν συμπαρόντων
ἵνα δῷ χάριν τοῖς ἀκούουσιν ἵνα δῶ χάριν θεοῦ φησιν τοῖς ἀκούουσιν ἵνα χάριν σοι εἴσωνται ἐφ’ οῖς λαλεῖς ἵνα εὐχαρὴς αὐτοῖς γένη πνευματικῶς ἔσται δε τοῦτο ἐὰν περὶ σωφροσύνης περὶ δικαιοσύνης περὶ ἐλεημοσύνης λαλῆς
καὶ μὴ λυπεῖται τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως φοβερόντι λέγει δείκνυσι γὰρ ὅτι πᾶς σαπρὸν λόγον λαλῶν τὸ πνευμᾶ λυπεῖ τὸ ἅγιον εἶτα καὶ ἐκ τῆς ἐυεργεσίας τοῦ πνευματός φοβερώτερον τὸν λόγον ποιεῖ ἐν γάρ φησιν ἐσφραγίσθητε
πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺμ πάσῃ κακίᾳ πικρίαν μὲν λέγει τὴν δεινότητα καὶ τὴν κατασκευήν δὲ θυμὸς γενητικός ἐστι τῆς ὀργῆς ἐκ δὲ τῆς ὀργῆς κραγὴ πρόϊσιν ἐκ δὲ ταύτης βλασφημία οἶον ἡλοιδορία ταῦτα τοι γὰρ οὖν ἄπαντα ἄρθήτω ἀφ’ ὑμῶν οὐ λέγει κατεχέσθω ἠκολαζεσθω ἀλλὰ τὴν τελείαν αὐτῶν δηλῶν ἀναίρεσιν ἀρθήτω φησὶν σὺν πάση κακία ἐπειδὴ γὰρ εἰσίν ἄνθρωποι ὥσπερ τῶν κυνῶν οἱ λαθροδάκται οὔτε κράζουσιν οὔτε δήλην ποιοῦσι τὴν ὀργὴν ἀλλὰ κατὰ ψυχὴν ἔχοντες ἀμύνονται ἐν καιρῶ τὸν λυπησάντα βούλεται καὶ τὴν ἐνδομυχοῦσαν κακίαν αἴρεσθαι καὶ ἐξορίζεσθαι
γίνεσθε δὲ εἰς ἀλλήλους οὔτε γὰρ ἀρκεῖ μόνη τῶν κακῶν ἀποχὴ ἀπαλλάξαι τιμωρίας εἰ μὴ καὶ ἀγαθόν τις πρὸς ἐργάσηται καὶ τοῦτο δηλοῦσιν οἱ ἐξ εὐωνύμων οἳ οὐδὲν ἐγκαλοῦνται κακόν ὅτι δὲ μὴ ἔθρεψαν καὶ ἐπότισαν καὶ ἐσκέπασαν ἅπερ ἐστι καλῶν ἐργασία διὸ τὰ φαῦλα ἀνελὼν παῦλος ἐπὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν παρακαλεῖ
χρηστοί εὔσπλαγχνοι χαριζόμενοι ἑαυτοῖς χρηστὸι ὡς πρὸς ἀντιδιαστολὴν τῆς ὀργῆς εὔσπλαγχνοι ὡς πρὸς ἀντι διαστολὴν τῆς πικρίας τὸ δὲ χαριζόμενοι ἑαυτοῖς ἐστι συγγνωμονικοὶ γίνεσθε ὡς πρὸς ἀντι διαστολὴν τῆς κακίας καὶ βλασφημίας τέθεικεν
καθὼς καὶ θεὸς ἐν χριστῷ ἐχαρίσατο ἡμῖν μεγίστη μὲν προτροπὴ πρὸς τὸ χαρίζεσθαι ἑαυτοῖς τὸ εἰπεῖν τὸν χριστὸν ἀφετε καὶ ἀφεθήσεται ὑμῖν ἀλλ’ ἐπειδὴ πολλοὶ οὐ σφὸδρα τοῖς μέλλουσιν πιστέυουσιν ἀπὸ τῶν προ ὑπηργμένων ποιεῖται τὴν παράκλησιν χαριζόμενοι γὰρ φησιν ἑαυτοῖς καθὼς καὶ θεὸς ἐν χριστω ἐχαρίσατο ἡμῖν τι ἐστιν ἐν χριστῶ τουτέστιν μετὰ κινδύνου τοῦ ὑιοῦ αὐτοῦ διὰ τῆς σφαγῆς αὐτοῦ καὶ τοῦ σταυροῦ καὶ σὺ μὲν φησιν ἀκινδύνως χαρίζει δὲ θεὸς μετὰ τοῦ θανάτου τοῦ μονογενοῦς αὐτοῦ ἐχαρίσατο ἡμῖν ὁρᾶς ὑπερβολήν
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ ἀρκεῖ τοῦτο πρὸς μισθὸν τῷ χαριζομένω τὸ γενέσθαι μιμητὴν θεοῦ
ὡς τέκνα ἀγαπητά ἰδοὺ καὶ ἄλλη πρὸς τὸ χαρίζεσθαι προτροπὴ μᾶλλον δὲ ἀνάγκη ἀνάγκην γὰρ ἔχετε φησιν μιμεῖσθαι τὸν πατέρα ὑμῶν εἶτα ἐπειδὴ μὴ πάντα τὰ τέκνα μιμεῖται τὸν πατέρα πρόσεθηκεν τὸ ἀγαπητά τοῖς γὰρ τοιόυτοις καὶ ἐξ ἀνάγκης τινὸς μίμησις
καθὼς καὶ χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας ἰδοὺ πάντων ῥίζα τάυτης γὰρ ὄυσης καὶ ἡφυγὴ τῶν κακῶν καὶ ποίησις τῶν ἀγαθῶ εὐχερῶς κατορθοῦται καθώς φησιν χριστὸς ἡγάπησεν ἡμᾶς καί οὐκ ἔστιν ὃμοιον τῆς τοῦ χριστοῦ ἀγάπης τὸ ἡμέτερον μὲν γὰρ ἐχθροὺς ὅντας ἡμᾶς ἠγάπησεν σὺ δὲ φησιν τοῦτο κἂν εἶς τοὺς πλησίον ἐπίδειξαι καὶ μὲν χριστὸς ἑαυτὸν εἰς θάνατον παρέδωκεν σοῦ δὲ ἀκίνδυνος καὶ ἀζήμιος ἔσται πρὸς τὸν πλησίον ἀγάπη εἰ δὲ ἐχθροὺς ἀγαπήσεις κατὰ μίμησιν τοῦ χριστοῦ γενήση καὶ θυσία τῷ θεῷ καὶ προσφορὰ εἰς ὀσμὴν εὐωδίας λογιζομένη ὅυτως χριστὸς γέγονεν ὅυτω καὶ ἡμεῖς ἂν θελήσωμεν ἐσώμεθα
πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία πλεονεξία εἰπεν περὶ τοῦ θυμικοῦ πάθους τοῦ θυμοῦ καὶ τῆς ὀργῆς καὶ τῆς πικρίας ἢλθεν λοιπὸν εἰς τὸ ἐπιθυμητικὸν τὸ τῆς πορνείας καὶ γὰρ καὶ νόμος πρῶτον εἰπὼν οὐ φονέυσεις ὅπερ τοῦ θυμικοῦ πάθους ὑπάρχει τότε εἶπεν οὐ μοιχεύσεις ὅπερ τοῦ ἐπιθυμητικοῦ καθέστηκεν καθάπερ γὰρ πικρία καὶ ἡκραγὴ καὶ κακία καὶ η βλασφημία τοῦ θυμικοῦ πάθους ἐστὶν ὅυτως τοῦ ἐπιθυμητικοῦ πορνεία μοιχεία ἀκαθαρσία πλεονεξία εἰ γὰρ καὶ μὴ σωμάτων χρημάτων μέντοι ἐπιθυμεῖ
μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν ̃οἶδεν γὰρ τοὺς περὶ τούτων λόγους ὑπεκκαύματα καὶ προτροπὰς τῶν ἔργῶν γινομένους
καὶ αἰσχρότης μωρολογία εὐτραπελία ὥσπερ ἄνω τὴν κραυγὴν περι εῖλεν ὄχημα τῆς ὀργῆς ὑπάρχουσαν ὅυτως νῦν τὴν αἰσχρολογίαν καὶ τὴν εὐτραπελίαν καὶ τὴν μωρολογίαν ὑπέκκαυμα τῆς πορνείας τυγχάνουσαν
τὰ οὖκ ἀνήκοντα ἵνα μὴ δόξη φορτικός τις εἶναι καὶ τὴν ἐτραπελείαν ἐκκόπτων Τὴν αἰτίαν ἐπάγει τὰ μὴ ἀνήκοντα φησιν τί γὰρ πρὸς ἡμᾶς ταῦτα οὐδὲν κοινὸν ἡμῖν πρὸς ταὺτα οὐ γὰρ γέλωτος εὐτραπελείας παρὼν καιρὸς ἀλλὰ πένθους καὶ ἀγῶνος ὡσεὶ ἔλεγεν ἐφέστηκεν δίαβολος πάντοθεν τρίζων τοὺς ὀδόντας καθ’ ἡμῶν καὶ ὠρυόμενος καὶ σὺ παίζεις καὶ ἀστεῖας λαλεῖς καὶ πῶς αὐτοῦ περιέστη δυσχερὲς γὰρ καὶ ἀγωνιζόμενον αὐτοῦ περι γενέσθαι μὴ τι γεπαίζοντα
ἀλλὰ μᾶλλον εὐχαριστία ἀνθῶν γὰρ τὰ ἀλλό τρία σου φθέγγει εὐχαρίστει τῷ θεῷ
τοῦτο ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης ὅς ἐστιν εἰδωλάτρης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἦσαν ἴσως τινὲς παραυτοῖς οἱ λέγοντες ὅτι φοβῆσαι θέλων θεὸς ταῦτα ἀπηγόρευσεν τὰ εὐτελῇ καὶ ἐξεφάυλιζον τὰ τοιαῦτα ὡς οὐχῖ κανὰ ὅντα εἰς γέενναν ἐμβαλεῖν Οἷα καὶ νῦν γίνεται τί γάρ φασιν τὸ ἄτοπον εἰ εἰπὼν μωρὲ ἔνοχος γενήσεται γεέννης Καὶ πῶς πλεονεξία εἰδωλολατρεία τούτους οὖν αἰνίττεται ἀπόστολος καὶ δηλοῖ καὶ ἐπαγωγή μηδεὶς ὑμᾶς ἐξαπατάτω φησι κενοῖς λόγοις κενοῖς δὲ τοῖς μὴ ἔχουσιν τὸ ἐλπισθὲν αὐτοῖς πέρας μὴ δὲ εῖς ἔργον ἐκβαίνουσιν
μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις ἄρα ἀπάτης ἐστὶ τὸ τοιαῦτα λαλεῖν
διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν διὰ τὴν πορνείαν καὶ τὴν ἀκαθαρσίαν καὶ τὰ λοιπὰ διὰ τοὺς τοιούτους λόγους ἀπειθείας δὲ ὑιοὺς Τοὺς ἀσπειθοῦντας τοῖς τοιόυτοις δόγμασι λέγει
ἦτε γάρποτε σκότος νῦν δὲ φῶς ἐν κυρίῳ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας πολιτείας σκότος ἦτε φησι σκότος δὲ λέγει τὸν ενπλάνη βίον νῦν δὲ διὰ τοῦ χριστοῦ φῶς γεγόνατε φῶς λέγων τὸν ἐν ἀρετῇ καὶ ̓ἐπιγνώσει θεοῦ βίον μὴ τοίνυν παλινδρομήσητε πρὸς τὸ σκότος
ὡς τέκνα φωτὸς περιπατεῖτε τοῦτεστιν εὐσχημόνως ἐν γὰρ φωτὶ πᾶς τις τοῦ εὐσχήμου προνοεῖ
γὰρ καρπὸς τοῦ πνεύματος τοιαῦτα καρποφορεῖ τὸ πνευμᾶ καὶ οἱ πνευματικόι ὡς τά γε ἕτερα τοῦ σατανᾶ εἰσιν καρποί
ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ τοῦτο ὡς πρὸς τοὺς ὀργιζομένους πρὸς τοὺς πικρούς τὸ δὲ δικαιοσύνη ὡς πρὸς τοὺς πλεονέκτας τὸ δὲ ἀληθεία ὡς πρὸς τοὺς τὴν ψευδῇ τῆς ἀκολασίας καὶ ἁμαρτίας διώκοντας ἡδονήν
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυριῷ ́ἄρα ἀδοκίμου καὶ παιδικῆς διανοίας τὰ ἄλλα
καὶ μὴ κοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους μᾶλλον δὲ καὶ ἐλέγχετε τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν ποῖος γὰρ καρπός ποῖον ὥφελος ἐξ ἐκείνων θάνατος μὲν οὖν σκότος δὲ λέγει τὸν ἐν πλάνη καὶ ἐν ἁμαρτίαις ἄνθρωπον καὶ τί λέγω μὴ συγκοινωνεῖτε μᾶλλον φησι καὶ ἐλέγχετε παιδέυοντες αὐτοὺς διὰ τῶν ἐλέγχων τοῦτο δὲ οὐκ ἐστίν ἐναντίον τὸ μὴ κρίνετε ὧδε γὰρ τὸ ἐλέγχετε ἀντὶ τοῦ παιδέυετε κεῖται ἐκεὶ δὲ τὸ κατακρίνετε
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται τουτέστιν ἄν ἦτε ὑμεῖς ἐνάρετοι οὐ δύνανται λανθάνειν οἱ πονηρόι ἀλλ’ αὐτὸς ὑμὼν βίος καὶ πρὸς τῶν ὑμετέρων λόγων κατήγορος καὶ ἔλεγχος ἔστιν αὐτῶν ἐὰν γὰρ λανθάνουσιν ἀδιόρθω τοιμένουσιν φανερούμενοι δὲ διορθωθήσονται
πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν τοῦ τό φησιν ὅτι τὰ ἁμαρτήματα ἐπὰν φανερωθῇ φῶς γίνεται τουτέστιν εἰς δικαιοσύνην τρέπεται ἐκ μετανοίας ὅτι ἐνάρετος βίος οὐ δύναται κρυβῆναι δίο ἐλέγχει τὸ σκότος τουτέστιν τοὺς πονηρούς
διὸ λέγει ἔγειρε καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καθεύδοντα καὶ νεκρὸν τὸν ἐν ἁμαρτίαις λέγει Καὶ γὰρ καὶ ἀνενέργητος ἐστιν πρὸς τὸ ἀγαθὸν ὡς νεκρὸς καὶ φαντασιοῦται ὡς καθεύδων καὶ εἰδεχθής ἐστι καὶ δυσωδίας γέμει ὡς νεκρὸς πάλιν
καὶ ἐπιφαύσει σοι χριστός ὅτι δὲ φησιν ἐστί σκοτος ἐν ἁμαρτίαις ἀκουσον πῶς αὐτὸν καθεύδοντα καὶ νεκρὸν γραφὴ καλεῖ καὶ οὐκ ἂν ἄλλως αὐτῷ ἐπιλάμψη χριστὸς πλὴν εἰ μὴ πάυσηται τῆς ἁμαρτίας τὸ γὰρ ἔγειραι παῦσαι ἐστι ταῦτα καὶ πρὸς ἀπίστους καὶ προς πιστοὺς ἀμαρτωλοὺς ἁρμόζει τὸ δὲ ἐπιφαῦσει ἐπιλάμψει ἐστιν
βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε πρόβατα ἐστὲ ἐν μέσω λύκων διὸ πολλῆς παραφυλακῆς χρεία μὴ ἀναδέξασθε ἔχθρας πλὴν τῶν διὰ τὸ κήρυγμα
μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοὶ ἐξαγοραζόμενοι τὸν καιρόν οἱ γὰρ σοφοὶ ἴσασιν πῶς δεῖ περιπατεῖν πάντα γάρ φησιν δεῖ προϊέσθαι καὶ ἀγοράζειν τὸ μὴ περὶ τὴν πίστιν ναυαγῆσαι
ὅτι αἱ ἡμέραι πονηραί εἰσιν οὐχ αἵ ἐν αὐταῖς ὧρᾳ οἱ χρόνοι εἰσὶ πονηροὶ μὴ γένοιτο ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς κακῶν παρ’ ἡμῶν γινομένων τὰς ἡμέρας πονηρὰς ἐκάλεσεν ὡς ἡμεῖς λέγομεν καλὴν κακὴν ἡμέραν ἐποίησα Οὐ τοῦτο λέγοντες ὄτι αὐτὴ φύσις τῆς ἡμέρας καλὴ κακὴ ἀλλ’ ἐκ τῶν ἡμῖν συμβαινόντων ὅυτως αὐτὴν ὀνομάζοντες διὰ τοῦτο καὶ χριστός φησιν ἀρκετὸν τῇ ἡμέρα κακία αὐτῆς τουτέστιν τὰ ἐν αὐτῇ κακὰ παρ’ ἡμῶν γινόμενα
διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες ἐπειδὴ πονηρία φησιν ἀνθεῖ καὶ ἐπικρατεῖ τοῦ παρόντος βίου καὶ τῶν ἡμερῶν μὴ γίνεσθε ἄφρονες ὥστε ἀλίσκεσθαι αὐτῇ
ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου θέλημα δὲ τοῦ κυριοῦ τοῦ τὸν παρόντα καιρὸν ἐξαγοράζεσθαι
καὶ μὴ μεθύσκεσθε οἴνῳ γὰρ οἶνος πρὸς εὐφροσύνην οὐ πρὸς μέθην δέδοται
ἐν ᾧ ἐστὶν ἀσωτία θυμώ δεισποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς καὶ πρὸς ἀσέλγειαν ἐπιρρεπεῖς
ἀλλὰ πληροῦσθε ἐν πνεύματι θέλεις πληροῦσθαι φησι καὶ ὡς εἰπεῖν μεθύσκεσθαι τοῦτο ποίει ἐν τῷ ἁγίω πνευματικί πληρούμενος αὐτοῦ ἔσται δὲ τοῦτο διὰ ψαλμῶν καὶ ὠδῶν
λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εἰσὶ γὰρ καὶ διαβολικάι
ἄδοντες καὶ ψαλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ κυρίῳ μὴ τοῖς χείλεσι μόνον ἀλλὰ καὶ κατὰ καρδίαν
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί διὰ τοῦ ὀνόματος τοῦ χριστοῦ πάντα ἡμῖν ὑπάρχει
ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ κύριου ὅταν γὰρ ἔκαστος ἐκάστω ἔιη ὑποτεταγμένος καὶ μὴ διάτι πραγμα κοσμικὸν ἄτοπον ἀλλὰ διὰ φόβον χριστοῦ τί ἔσται λοιπὸν ἐν μέσω κακόν
αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ κυρίῳ ἐὰν γὰρ ὦσιν οὗτοι ἐν εἰρήνη πᾶσα οἰκία εἰρηνέυει καὶ πάντες ἀπολαύσουσι τῆς ἔνθεν ὠφελείας
ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός ὡς καὶ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας βαβαὶ ὑποταγῆς ἐπίτασις πῶς οὖν φησιν χριστὸς ἐὰν μήτις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ οὐ δύναται ἀκολουθῆσαι μοι καὶ φαμέν ὅτι τὸ ΩϹ οὐ πάντως ἰσότητα σημαίνει ὅτι τοῦτο φησιν ὡσεῖ δῦιαι ὅτι τῷ χριστῷ εἰσιν ὑποτασσόμεναι ἐκ τούτου
καὶ αὐτὸς ἐστιν σωτὴρ τοῦ σώματος καὶ αὐτὸς ἀνὴρ καὶ γὰρ κεφαλὴ σωτηρία ἐστι τοῦ λοιποῦ σώματος μικροῦ τὰς πάσας αἰσθήσεις ἔχουσα ἐν ἑαυτῆ οὐκ οὖν καὶ ἀνὴρ τῆς γυναικός ὅρα δέ πῶς τὸ ἀρχικὸν καὶ προνοητικὸν ἀπένειμεν τῷ ἀνδρί τὸ δὲ ὑποτακτικὸν τῇ γυναικί
ἀλλ’ ὡς ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί τὸ ἄπαν πλῆθος ἐν γὰρ τοῖς καθέκαστον ἔνι καὶ ἀν ὑπότακτος
οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν Καὶ ἑαυτὸν παρέδωκεν ὑπερ αὐτῆς θέλεις αὐτὴν ὑποτετάχθαι σοι ὡς τῷ κυριῷ ἀγάπα αὐτὴν ὡς κυριός τὴν ἐκκλησίαν κἆν δέητι παθεῖν ὑπὲρ αὐτῆς κἂν ἀποθανεῖν μὴ παραιτήση σὺ μἐν γὰρ ἴσως εἰς ὑποτεταγμένην καὶ ἀγαπῶσαν ταῦτα ἐπι δείξη δὲ χριστὸς εἰς ἐχθρὰν καὶ ἀποστρεφομένην καὶ φέγουσαν
ἵνα αυτὴν ἁγιάσῃ ἆρα οὖν ἅναγνος ἦν καὶ ἀκάθαρτος οἶαν οὖν εἰ λάβοις γυναῖκα οὐκ ἂν ὅυτως ἀκάθαρτον λήψη ἀλλ’ οὐκ ὠν είδισεν χριστὸς τὴν ἐκκλησίαν αὐτὴν οὖσαν οὐκ οὖν μὴ τὲ σὺ τὴν σαυτοῦ γυναῖκα
καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι τουτέστιν τῷ βαπτίσματι ἀπέλουσε γὰρ αὐτῆς τὴν ἀκαθαρσίαν
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν οὐχ ἁπλῶς καθαρὰν ἀλλ’ ἔνδοξον ὥσπερ τοίνυν χριστὸς πάντων αἴτιος τῶν ἀγαθῶν τῇ ἐκκλησία καὶ σὺ κατὰ δύναμιν ἔσω τῇ σῆ γυναικί καὶ ὥσπερ αὐτὸς σώματος οὐκ ἐπιζητεῖ κάλλος ἀλλὰ ψυχῆς ὅυτω καὶ συ ἀν γὰρ ψυχῆς κάλλος ἐπιζητῆς καὶ εἰς τοῦτο αυτὴν ῥυθμήσης καὶ τῷ θεῷ καὶ σαυτῷ καλὴν ἐργάση
μὴ ἔχουσαν σπῖλον ῥυτίδα τι τῶν τοιούτων ἀλλ’ ἵνα ἁγία καὶ ἄμωμος διὰ τούτων τὰ ψυχικὰ λέγει πάθη τὰ δυσειδῆ τὸν ἐν τὸς ποιοῦντα ἄνθρωπον
οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα οὐχ ὥς εἰς μεῖζον ἐρχόμενος ὑπόδειγμα Τὸ τοῦ οἰκείου σώματος εἴρηκεν ὑπερβάλλει γὰρ τὸ κατὰ χριστὸν πρὸς τὴν ἐκκλησίαν ἀλλ’ ὡς οἰκειότερον καὶ ἐγγύτερον ἐκ τούτου γὰρ καὶ ὀφειλὴν τὸ πραγμα δείκνυσιν εἰ γὰρ σῶμα ἐστι σὸν γυνὴ ἔσονται γάρ φησιν οἱ δύο εἰς σάρκα μίαν κατὰ ὀφειλὴν προνοήσεις αὐτῆς ὡς σαρκός σου
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν τὴν ἡκριβωμένην ἕνωσιν καὶ ἀγάπην δηλοῖ
καθὼς καὶ χριστός τὴν ἐκκλησίαν συνεχῶς τὸ τοῦ χριστοῦ χρεῖται παραδείγματι πρὸς ἀγάπην τοὺς ἄνδρας ἐκ τούτου παρακαλῶν
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ὡσεὶ εἶπεν γνησίως ἐσμὲν ἐξ αὐτοῦ ἐπειδὴ γὰρ τὰ ὀστὰ καὶ τὸ σῶμα χαρακτηρίζει τὸν ἄνθρωπον διὰ τὴν γνησιότητα φησιν ἐξ αὐτῶν ἡμᾶς εἶναι
ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ ὅτι γάρ ἐστι σὰρξ τοῦ ἀνδρὸς γυνὴ ἄκουε τοῦ ἀδὰμ λέγοντος τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου
καὶ ἕσονται οἱ δύο εἰς σάρκα μίαν ἰδὸυ καὶ ἕτερον δικαίωμα ἀγάπης ὅτι σῶμα ἀλλήλων εἰσίν
τὸ μυστήριον τοῦτο μέγα ἐστὶν ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πῶς μέγα ὅτι χριστός ἐξὸν μένειν εἰς τὴν ἰδίαν δόξαν ἐταπέινωσεν ἑαυτὸν ἐν ἀνθρωπήσας ἵνα προσκολληθῇ τῇ ἐκκλησία καὶ γένωνται οἱ δύο εἰς πνεῦμα ἔν γὰρ κολλώμενος φησιν τῷ κυριῷ ἓν πνεῦμα ἐστίν
πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἔνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν ὡσέι ἔλεγεν οὐχὶ ἀναγωγῇ τοῦ νοήματος καὶ πνευματικῇ ἐξήγησις ἀνατρέπει τὸ ἰδικόν δύναται γὰρ καὶ πνευματικῶς καὶ ἰδικῶς ἑρμηνεύεσθαι
δὲ γυνὴ ἵνα φοβεῖται τὸν ἄνδρα οἷδεν γὰρ ἥϊσοτι μία ἀκαταστασίας ὑπόθεσις γίνεσθαι διὰ τοῦτο μίαν ἀρχὴν κελέυει εἶναι τὴν τοῦ ἀνδρός τι δήποτε δὲ περι τῆς ἀγάπης πολλὰ διαλεχθεῖς περι τοῦ φόβου οὐχ ὅυτως ἐποίησεν ὅτι προηγουμένος τὴν ἀγάπην εἶναι δεῖ ὅυτω γὰρ καὶ φόβος ἔψεται τὸ δὲ φοβεῖσθαι νόει ὡσπερ ἐπει γυναῖκα φοβεῖσθαι δουλοπρεπῶς
τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν εἶπεν περὶ τῆς πρώτης ἀρχῆς τῆς κατὰ τὸν ἄνδρα νῦν περὶ τῆς δευτέρας λέγει τῆς κατὰ τοὺς γονεῖς ἡμὲν γὰρ γυνὴ τῶ ἀνδρί τὰ δὲ τέκνα αὐτῷ τε καὶ τῇ γυναικὶ ὑπόκεινται
ἐν κυριῷ τοῦτο γάρ ἐστιν δίκαιον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου τουτέστιν κατὰ κυρίον ἐν οἷς μὴ βλάπτεται εὐσέβεια τί γὰρ ὅτι προστῆσαι βούλεται πατὴρ τὴν θυγατέραν αἰσχρὰν διδάξαι τέχνην τὸν υἱόν πρὸς ἑλληνισμὸν ἀγαγεῖν τὰ γὰρ τοιαὺτα οὐκ ἐν κυρίῳ ἐστιν
ἥτις ἐστὶν ἐντολὴ πρῶτη ἐντολὴ ἐν ἐπαγγελίᾳ,ἵνα εὖ σοι γένηται καὶ τοι οὐκ ἔστιν αὔτῃ πρώτῃ ἔστι γὰρ πρώτη οὐ φονεύσεις οὐ μοιχέυσεις ἀλλ’ ὅρα τί προς τέθεικεν ἐν ἐπαγγελία ἐκ εῖναι γὰρ αἱ πρῶται οὐκ ἔχουσιν ἐπαγγελίας ἀναχώρησις γάρ εἰσι κακῶν Οὐκ ἀγαθοῦ ἐργασία αὔτῃ τοι γάρ οὖν κατὰ τὸν τῆς ἐπαγγελίας λόγον ἐστὶ πρώτῃ ἀγαθοῦ γάρ ἐστιν ἐργασία
καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ὅρα σοφίαν ἐπειδὴ πρὸς νηπίους λόγος αὐτῷ πρὸς γὰρ τὰ τέκνα λεγεῖ αὐτὴν τὴν κειμένην ἀμοιβὴν εἴρηκεν καὶ οὐδὲν ὑψηλόν οὐ περὶ βασιλείας οὐρανῶν·οὐ περὶ μιμήσεως χριστοῦ ὅπερ ἐπὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐποίησεν τί γὰρ δύτερον παισὶ τῆς μακροχρονίας καὶ γὰρ καὶ τοῖς ἰουδαίοις ὡς νηπίοις οὖσι τὰς φρένας ταῦτα ἐνομοθετήθη οὐ γὰρ ἴσχυον τέλείων ἀκούειν
καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν οὐκ εἶπεν ἀγαπᾶτε τοῦτο γὰρ αὐτοὺς φύσις καὶ ἄκοντας ἀπαιτεῖ ἀλλὰ μὴ παροργίζετε τουτέστιν μὴ ἀποκληρονόμους μὴ ἀποκηρύκτους ποιῆτε μὴ φορτικὰ καὶ δούλοις πρέποντα αὐτοῖς ἐπιτάσσετε καὶ πρὸς αὐτοὺς ἀεὶ δυσχεράινετε
ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου τοῦτο τῆς παραινέσεως τὸ κεφάλαιον τῶν πνευματικῶν γὰρ ὄντων Καὶ τὰ σαρκικὰ ἀκολουθήσει τοῦτο γὰρ αὐτοὺς μάλιστα πιθινίους ποιεῖ
οἱ δοῦλοι ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις τοὺς δούλους ἐσχάτους τέθεικεν ἐπειδὴ καὶ εἰσὶν τῷ ἀξιώματι οὐκέτι δὲ τούτοις ὡς παιδίοις νηπίως διὰ λέγεται ἀλλ’ τελείοις κατὰ σάρκα δὲ τουτέστιν τοῖς προς καίροις ἐκ τούτου δὲ καὶ παραμυθεῖται αὐτούς
μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς τῷ κυριῷ εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλους ὑποτάσσει πόσω μᾶλλον τούτους τὸν δὲ τοιοῦτον οὐκ ἀπαιτεῖ παρὰ γυναικῶν φόβον ἐπειδὴ μήτε εἰσὶ δοῦλοι ἀλλ’ ὑπήκοοι καλῶς δὲ τὸ ἐν ἀπλότητι καρδίας ἔνι γὰρ καὶ μετὰ φόβου καὶ τρόμου δουλεύειν ἀλλ’ οὐκ ἐξευνοίας ̓ἀλλὰ κακόυργως
μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι ἵνα ὅταν πάρεισιν οἱ δεσπόται καὶ ὁρῶσιν ἀλλ’ ἵνα καὶ ἀπόντων αὐτῶν τὰ δέοντα ποιεῖεν
ἀλλ’ ὡς δοῦλοι χριστοῦ ἄρα οὖν ἀνθρωπάρεσκος οὐκ ἐστι χριστοῦ δοῦλος
ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες τῷ κυριῷ καὶ οὐκ ἄνθρωποις ἐνί γὰρ καὶ ἐν ἁπλότητι καὶ ἀκούργως ἐργάζεσθαι μὴ μέντοι ὡς δύναμις πάρεστιν ἀλλὰ τὸ ὁρισμένον μόνον καὶ οὐ κατὰ ἄνθρωποις φησιν τουτέστιν
εἰδότες ὅτι ἐάν ἕκαστος ποιήσῃ ἀγαθὸν τοῦτο κομιεῖται παρὰ κυρίου εἴτε δοῦλος εἴτε ἐλεύθερος ἐπειδὴ εἰκός ἐστιν πολλοὺς τῶν δεσποτῶν μὴ ἀμείβεσθαι τῆς εὐνοίας τοὺς δούλους ἐκεῖ αὐτοῖς ὑπισχνεῖται τὴν ἀμοιβήν
καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς τὸ αὐτὸ ποῖον μετ’ εὐνοίας δουλεύετε μὴ ὡς ̓ἀνθρωπάρεσκοι ἀλλὰ ταῦτα οὐ λέγει φανερῶς καίτοι ταῦτα διανοηθείς καὶ γὰρ καὶ οἰ κύριοι δουλεύουσι τοῖς δούλοις ὅταν γὰρ ἐκεῖνου κοιμωμένου καὶ ῥέγχοντος δεσπότης περὶ τροφῶν περὶ ἐνδυμάτος μεριμνῶν καθεύδει ἆρα οὐ δουλεύει ἔστι δὲ καὶ ἐπὶ τῶν κυρίων τὸ μετὰ φόβου καὶ τρόμου ἁρμόσαι τοῦ πρὸς θεὸν δηλονότι
ἀνιέντες τὴν ἀπειλήν μὴ φορτικοί φησιν μὴ ἐπαχθεῖς
εἰδότες ὅτι καὶ ὑμῶν καὶ αὐτῶν κύριός ἐστιν ἐν οὐρανῶ ᾧ γὰρ μέτρω μετρεῖτε μετρηθήσεται ὑμῖν φησιν μὴ ἀκούσης καὶ σὺ δοῦλε πονηρὲ πᾶσαν ἐκεῖνην τὴν φειλὴν ἀφῆκα σοι καὶ τὰ τούτων ἑξῆς
καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ μὴ νομίσης ὅτι τῶν εἰς τὸν δοῦλον γινομένων κακῶν καταφρονεῖ διὰ τὸ τοῦ προσώπου εὐτελές οὐκ ἔνι παρὰ θεῷ δοῦλος καὶ δεσποτῆς
τὸ λοιπὸν ἀδελφοί ἐν δυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ μετὰ τὸ διὰ τάξαι φησὶ τὰ εἰκότα τοῦτο ὑπό λοιπον τὸ ἐνδυναμοῦσθαι ὑμᾶς ἐν κυρίῳ τουτέστιν ἐν τῇ εἰς αὐτὸν ἐλπίδι καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ διὰ γὰρ τῆς αὐτοῦ βοηθείας ὕπαρχει ἡμῖν τὸ ἐλπίζειν εἰς αὐτόν
ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ μετὰ τὸ διοικῆσαι πάντας κατὰ τάξιν λοιπὸν καθ’ ὁπλίζει αὐτοὺς ὡς πρὸς πώλεμον
προς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου οὐκ εἶπεν μάχας ἀλλὰ μεθοδίας ὅπερ ἐστι χαλεπώτερον οἷον πρὸς τὰς ἐπιβουλάς προς τὰς ἐνέδρας πρὸς τοὺς δόλους
ὅτι οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα ταῦτα φησιν δεικνὺς ὅτι νήψεως χρεία καὶ ἐγρηγόρσεως πρὸς τὸν πόλεμον οὐ πτοῆσαι βουλόμενος γὰρ διδάσκων τοῦ ἐχθρὸυ τὴν δύναμιν ἀσφαλετέρους ποιεῖ τοὺς οἰκείους
ἀλλὰ πρὸς τὰς ἀρχάς περὶ δαιμόνων λέγει οὓς ἡμεῖς αὐτοὺς πεποιήκαμεν ἄρχοντας ἐκόντες αὐτοῖς ὑποκλινόμενοι οὐ γὰρ ἔλαχον τοῦ ἄρχειν ἡμῶν ἀλλὰ πατεῖσθαι ἰδοὺ γάρ φησι δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων
πρὸς τοὺς κοσμοκράτορας κόσμον οἶδεν γραφὴ τὰς πονηρὰς πράξεις καλεῖν οὕτω καὶ χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητᾶς ὑμεῖς οὐκ ἐστέ φησιν ἐκ τοῦ κόσμου τούτου καίτοι ἦσαν ἀλλὰ τὰς πονηρὰς πράξεις λέγων ὅυτως εἶπεν κοσμοκράτορας οὖν φησι τοὺς δαίμονας ὡς ὄντας τῶν πονηρῶν πράξεων καθηγεμόνας
τοῦ σκότους τοῦ αἰῶνος τούτου ἵνα μὴ φοβηθεῖς ἀκόυων κοσμοκράτορας ἐπήγαγεν τίνος ἄρχουσι τῆς πονηρίας φησι σκότος γὰρ τοῦ αἰῶνος τούτου τὰς πονηρὰς λέγει πράξεις
πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πρὸς τὰ πνευματικὰ τῆς πονηρίας τουτέστιν δαιμόνια τὰ ὄντα τῆς πονηρίας οἷον τοῦ διαβόλου ὑπ’ αὐτὸν γὰρ τελοῦσιν οἱ τῶν πονηρῶν πράξεων καθηγηταί
ἐν τοῖς ἐπουρανίοις ὡσεὶ ἔλεγεν ἔστιν δὲ ἡμῖν πρὸς τούτους πάλη οὐ περὶ μικρῶν τινῶν ἀλλ’ ὑπὲρ τῶν ἐπουρανίων πραγμάτων οἷον βασιλείας οὐρανῶν καὶ ὑιοθεσίας διὸ νήφειν χρή δὲ ἀντὶλεξις ἰδικῶς διὰ τὰ ἐπουράνια φησὶ τὸ γὰρ ἐν διά ἐστιν
διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐπειδή φησι χαλεποὶ οἱ ἐχθροί
ἐν τῇ ἡμέρα τῇ πονηρᾷ ἡμέραν πονηρὰν τὸν παρόντα καλεῖ βίον διὰ τὰ ἐν αὐτῷ πονηρὰ πράγματα δεικνὺς βραχὺν τὸν τοῦ πολέμου καιρόν κατ' αὐτὸ προθυμίαν αὐτοῖς διδούς
καὶ ἅπαντα κατεργασάμενοι στῆναι ἅπαντα οἷον πάθη τὰς ἐπιθυμίας κατεργασάμενοι οἷον καταπολεμήσαντες στῆναι νικηφόροι τινες καὶ λαμπροὶ τοῖς τροπαίοις πολλοὶ γὰρ μετὰ τὸ νικῆσαι πάλιν ἔπεσαν ἀλλ’ ἵνα ἐνστῆτε τῇ νίκῃ
στῆτε οὖν περιζωσάμενοι ἐπὶ πόλεμον προτρέπων τὸ πρῶτον ἐν τοῖς τακτικοῖς παραινεῖ τὸ στῆναι εὐτάκτως εἶτα λοιπὸν καθοπλίζει καὶ πρῶτον ζώννυσι τὸν διαρέοντα καὶ διακεχύμενον ταῖς ἐπιθυμίαις καὶ χαμὰι τοὺς λογισμοὺς συρομένους ἔχοντα στρατίωτην καὶ ἀναστέλλει τῇ νοητῇ ταύτῃ ζώνη
τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ ὥσπερ ἐπὶ τῶν νηῶν τρόπη τὸ πᾶν συνέχει θεμέλιος τις οὖσα οὕτως ἐφ’ ἡμῖν ὀσφύς οἱ γοῦν ἀποκαμόντες πολλάκις ὥσπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας ἐπιτιθέντες διαναπάυονται τὴν τοίνυν ἀρχὴν ἡμῶν πρῶτον συσφίγγει οἷον τὸν ἐν ἡμῖν τόνον τῆς ψυχῆς ὃν τροπικῶς ὀσφὺν ἐκάλεσεν ὂν τοῦτον τῇ ἀληθεία περιζώννυσιν δὲ ἀλήθεια εἰς πολλὰ νοεῖται ἀλήθεια δογμάτων ἀλήθεια βίου χρηστοῦ ὑποκρίσεως κεχωρισμένου ἀλήθεια λόγων τὸ δολερὸν ἀρνουμένων ἀλήθεια ἐνθυμήσεως οὐδὲν ἐχούσης τοῦ νόθου καὶ κιβδήλου τῶν δαιμόνων σπόρου
καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης τὸν καθὸλου φησιν ἐνάρετον βίον
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης τοῦτο φησιν ὅτι χρὴ τοὺς πόδας ἡμῶν ἐτοίμους εἶναι πρὸς τὸ εὐαγγελίζεσθαι ὡς ὡραῖοι γάρ φησιν οἱ πόδες τῶν εὐαγγελιζομένων εἶρήνην ὅτι ἐν ἑτοίμω ὁφείλομεν εἶναι καὶ βίον ἔχειν ὡς τὸ εὐαγγελίον ὑφηγεῖται τὴν γὰρ ἑτοιμασίαν τῆς καρδίας αυτῶν ὡς φησὶν προφήτης προσέσχεν τὸ οὖσσου
ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως δεῖ γὰρ ἐκεῖνα προηγήσασθαι πίστιν δὲ φησι τὴν ἐλικρινῇ καὶ διάπυρον περὶ ἦς κύριος φησιν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρεῖτε τῷ ὄρει τούτο μετάβηθι καὶ μετάβησεται
ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι βέλη φησι τὰς ἐπιθυμιας τοὺς λογισμούς τους πειρασμούς καλῶς δὲ τὰ πεπυρωμένα τοιαῦται γὰρ αἱ ἄτοποι ἐπιθυμίαι
καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι τῆς σωτηρίας ὑμῶν τουτέστιν τῆς ἐλπίδος τὸ δὲ δέξασθαι οἷον φορέσατε καὶ δέξασθε τῇ κεφαλῇ
καὶ τὴν μάχαιραν τοῦ πνεύματος ἐστιν ῥῆμα θεοῦ διὰ πᾶσης προσευχῆς καὶ δεήσεως τὸ πνεῦμα φησι περιφραστικῶς εἰρηκὼς διὰ τὸ τομὸν καὶ μεριστικὸν τῶν ἐναντίων ἔξεων τὴν πνευματικὴν ζωὴν καὶ πολιτειαν ἥτις ὡς μάχαιρα ἐνεργεῖ κατὰ τῶν νοητῶν ἐχθρῶν ὤσπερ γὰρ λόγος τοῦ θεοῦ τμητικός ἐστι ζῶν γὰρ φησιν λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος οὕτως καὶ τὸ πνεῦμα ἐστί φησιν ῥῆμα θεοῦ τουτέστιν ἕτοικεν τῶ λόγω τοῦ θεοῦ
προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι μετὰ τὸ καθωπλίσαι τὸν βασιλέια λοιπὸν καλεῖ ἵνα δῷ χεῖρα
καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει ὑπὲρ πάντων τῶν ἁγίων μὴ ἐν βατολογίαις καὶ εἰς αὐτὸ ἀργπνοῦντες μηδέν φησι ῥάθυμον ἠμελημένον
ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματος μου καλῶς τὸ ἐν ἀνοίξει οὔτε γὰρ προεμελέτα τί λαλήσαι τῷ χριστῷ πειθόμενος ἀλλ’ ἐξ ὑπογύου καὶ ἐν αὐτῷ τὸ στόμα ἀνοῖξα λόγος προείη
ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ἵνα ἐν παρρησίᾳ ἀπολογήσωμαι εὐαγγελίσωμαι
ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει ὑπὲρ οὖ εὐαγγελίου πρεσβεύω πρὸς τοὺς ἀνθρώπους ἵνα φησιν ἐν αὐτῷ καὶ τοῖς ἐν αὐτῷ καταλλαγῶσιν ὑπὲρ χριστοῦ γάρ φησιν πρεσβεύομεν
ἵνα ἐν αὐτῷ παρρησίασωμαι ὡς δεῖ με λαλῆσαι ἐν δεσμοῖς ἦν καὶ ἀπολογεῖσθαι ἤμελλεν ἵνα οὖν φησι μετὰ παρρησίας καὶ ὅυτως ὡς χρὴ τῶν ὑπὲρ τηλικούτων ἀπολογούμενον ἀπολογήσωμαι
ἵνα δὲ ἴδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμὲ τί πράσσω πάντα ὑμῖν γνωρίσει τυχικὸς ἀγαπητὸς ἀδελφὸς ἄπερ ἦν παραινέσεως καὶ δογμάτων ἔγραψεν τὰ δὲ κατ’αὐτὸν τῷ φέροντι τὴν ἐπιστολὴν λαλῆσαι ἐπέτρεψεν
καὶ πιστὸς διάκονος ἐν κυριῷ εἰ πιστὸς οὐκ οὖν καὶ ἀληθεύει
καὶ παρακαλέσει τὰς καρδίας ὑμῶν ἐπειδὴ γὰρ ἐν ἁλύσεσιν ἦν διδάσκαλος ἔχρηζον οἱ μαθηταὶ τὸ μὴ καταπεσεῖν παρακλήσεως
εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἰησοῦ χριστοῦ ἐπεύχεται αὐτοῖς εἰρήνην καὶ τὴν μετὰ πίστεως ἀγάπην ἵνα μὴ εἴ αὕτη πρὸς ἐτεροδόξους ἀλλὰ πρὸς μόνους πιστούς ὅτι οὐδέν ἔσται τῆς ἀγάπης κέρδος μὴ καὶ μετὰ πίστεως οὔσης
χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κυρίον ἡμῶν ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ ἀμήν γὰρ εἰς τὸν χριστὸν ἀγάπη ἄφθαρτος καὶ ἀμείωτος μὰλλον δὲ καθ’ ἐκάστην ἐπιδιδοῦσα τὴν ἡμέραν ὤφειλεν εἶναι