A transcription of the Pseudo-Oecumenian Catena on Ephesians in GA 2962CPG C165 <ptr target="https://clavis.brepols.net/clacla/OA/Details.aspx?id=2B1E15B384854DE3947D3A880A9C75CE"/> Created byThe Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UKTranscribed byClark R. BatesArts and Humanities Research Council, Midlands4Cities Doctoral Training Scheme.Version 1.0, published on 21.03.2024The Institute for Textual Scholarship and Electronic Editing (ITSEE), University of Birmingham UK

Attribution 4.0 International (CC BY 4.0) Available for re-use under a Creative Commons license provided attribution is made to the original creators.

United KingdomOxfordBodleian LibraryAuct. T.1.7

This transcription was made as part of a doctoral research project on the Pseudo-Oecumenian catena on Ephesians, available in the University of Birmingham eTheses repository . The data is archived in the the University of Birmingham eData repository and also available online at

The encoding is based on version 1.6 of the IGNTP Guidelines available at . It is an extended version of the TEI P5 schema.

Παῦλος ἀπόστολος Ἰησοῦ χριστοῦ ἔφεσος μητρόπλις μέν ἐστι τῆς ἀσίας τὴν δὲ ἄρτεμιν ἔσεβεν καὶ τοσοῦτον ἦν περὶ τὴν δαίμονα τὸ σέβας ὡς καὶ νεωκόρον τὴν ἔφεσον τῆς ἀρτέμιδος ἀναγορεύεσθαι ὡς ἐν ταῖς πράξεσιν ϊστόρηται ἐν αὐτῇ τῇͅ ἐφέσῳ εὐαγγελιστὴς ἰωάννης ἐξορισθεὶς διέτριψεν πολλὰ ἐν ᾗ καὶ τελευτᾷ καὶ τὸν τιμόθεον δὲ ἐκεῖ παῦλος ἐπίσκοπον ἐχειροτόνησεν τῶν δὲ φιλοσόφων οἱ κατὰ τὴν ἀσίαν ἀνθοῦντες ἐν τῇ ἐφέσῳ μάλιστα διῆγον διὸ πολλῇ σπουδῇ κέχρηται πρὸς αὐτοὺς γράφων καὶ τὰ βαθύτερα δὲ τῶν νοημάτων αὐτοῖς ἐπιστέλλει ἄτε κατηχημένοις καὶ τὰ ὑψηλά γράφει δὲ ἀπὸ ῥώμης τὴν ἐπιστολὴν ἐν δεσμοῖς ὑπάρχων παῦλος
τὴν σύντομον των πραγμάτων μεταβολὴν ἀνακεφαλαίωσιν καλεῖ δια γὰρ τησ κατὰ τὸν δεσπότην χριστὸν οἰκονομιας καὶ τῶν ἀνθρωπῶν φύσις ἀνίσταται καὶ τὴν ἀφθαρσίαν ἐν δύεται καὶ ὁρωμέν η κτίσις τῆς φθορας ελευθερουμένη τευξειται τῆς ἀφθαρσίας καὶ τῶν αὀράτων οἱ δῆμοι ἐνευφροσύνη διατελέσουσιν ἐπειδὴ ἀπέδρα ο δύνη καὶ λύπη καὶ στεναγμός
ὑπερ ἀγγέλους φησὶ καὶ ἀρχαγγέλους Αὐτὸν τὸν ὑιὸν ἔδωκεν κεφαλήν τὸν ὅντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοόυμενα χριστόν ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεπόιηκεν τὸ τὸν ὑιὸν δοῦναι κεφαλήν
ἀπολελυμενως νοήσον ὅτι ἐν τῶν νῦν φησι κόσμω περιεπατήσατε ἐν ἁμαρτίαις
καὶ ἄρχων μέν φησίν ἐστιν τῶν μετ’ αὐτοῦ πεσόντων ἡμῶν δὲ οὐκ ἄρχει ὄυτε ἦρξεν ἀλλὰ μόνον ἐνεργεῖ ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν
ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν ὡσεὶ εἶπεν σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες
νῦν μὲν τῇ δυνάμει ὕστερον δὲ καὶ ἐνεργείᾳ
ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ̓ξουσίαις ἐν τοῖς ἐπουρανίοις οὐ δὲ γὰρ αόρατοι δυνάμεις ᾔδεσαν τὸ μυστήριον ἀλλὰ διὰ τῆς περὶ τὴν ἐκκλησίαν οἰκονομιάς τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν κατέμαθον κατὰ πρόθεσιν δὲ τῶν αἰώνων λέγει ἀντὶ τοῦ ταῦτα πρὸ τῶν αἰώνων προέθετο ἐποίησεν δὲ δια τῆς κατὰ τὸν δεσπότην χριστὸν οἰκονομίας
πρό τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτηριας ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐρανιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ ἐκ μόνον τοῦ δυνατοῦ κατορθουμένην γὰρ τῇ ὁρμῇ τοῦ οἰκέιου θελήματος οὐσιώσαν τὰ πάντας θεὸς δυνάμει ἀκαταλήπτω διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα καὶ οὐδὲν ἦν ποικίλον ἀλλ’ οἷον ἐθεωρεῖτο τοιοῦτον καὶ ὑπῆρχεν νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρωπίνον γένος οἰκονομιας οὐκ ἐτι μόνον ἁπλῇ ἀλλα καὶ πολυποίκιλος ἐγνώσθη σοφία τοῦ θεοῦ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα διὰ θανάτου ζωήν διὰ τιμίας δόξαν διὰ σταυροῦ τρόπαιον διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῇ διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκυλος ἐγνώσθη σοφία καὶ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν ὅυτως νύσης εἰς τὰ ἄσματα τῶν ἀσμάτων
τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι τῷ δὲ δυναμὲνῳ θεῷ οὐ μόνον καθὰ λέγομεν ἀλλὰ καὶ ὑπὲρ ἐκπερισσοῦ ποιῆσαι πάντα καὶ οὐ μόνον πάντα ἀλλὰ καὶ ὑπὲρ ἅπαντα αὐτῷ φησιν δόξαν ἀμήν ὅρα δὲ δύο ὑπερβολὰς τὸ καὶ ὑπὲρ πάντα ποιῆσαι τὰ εἰρημένα καὶ ὑπὲρεκπερισσου ποιὴμαι ποεῖ ἔνι γὰρ καὶ πλείονα ποίουντα τῶν αἰτηθεν των κεφάλαια μὴ πλουσίως μήτε δαψιλῶς ἔκαστον ποιῆσαι
ὅτι τῇ ἐκκλησία ἐπέυχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι τὸ δὲ ἐν χριστῷ ἰησοῦ σὺν χριστῶ ἰησοῦ νόει διὰ χριστοῦ ἰησοῦ διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι
ἵνα πληρώσῃ τὰ πάντα καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι τὰ πάντα ἐπλήρου καὶ σαρκωθεὶς ἵνα τὰ πάντα μετὰ σαρκὸς πληρώσῃ κατέμη καὶ ἀνέβη
ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης κύβειαν τὴν πανουργίαν καλεῖ πεποίηται δὲ ἀπὸ τοῦ κυβεύειν ἐν τὸ ὄνομα ἰδιον δὲ τοὖτο τὸ τῇ δὲ κακεῖ σε μετα φέρειντὰς ψήφους πανουργευομένους
ὅρα τί κἀγὼ ἐνόμισα οὔ τε γὰρ ἐνόησα τὸ τοῦ μακαρίου ἰωάννου ἔξει νοῆσαι ἐξ οὖ χριστοῦ πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον τουτέστιν συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδέα κεφαλὴ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ Κεκολλημένον δὲ διὰ πάσης ἀφῆς τουτέστιν αἰσθήσεως τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρω ἑνὸς ἑκάστου μέρους τουτέστιν διὰ τῆς κατ’ ἐνέργειαν χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνευματός τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου βέλους τοῦ χριστοῦ γενομένης τὴν αὔξησιν τοῦ σώματος τοῦ χριστοῦ τουτέστιν τῆς ἐκκλησίας ποιεῖται αὔξησιν δὲ δηλαδὴ πνευματικὴν διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πενυματός αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἐκκλησία εἴτε διὰ χαρισμάτων εἴτε διὰ γνώσεως εἰτε διὰ πίστεως
ἐν ἀγάπῃ ἐν ἀγάπη αὐτὸς ἡμᾶς ἀγαπᾶ διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς φησὶ ταῦτα ποιεῖ
τὰς ἀθεμίτους πράξεις
ἥκουσα τινων ἑρμηνευσάντων μία φησὶν ἀναμάρτητος ὀργὴ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη
ὡσπερ γὰρ δῆλους ποιῶν ἡμᾶς ὅτι ἐσμὲν θεοῦ λαὸς ἐσφράγισεν ἡμᾶς ἐν τῶ βαπτίσματι αὕτη γὰρ ἡμέρα τῆς ἀπολυτρώσεως
ἐξ αὐτοῦ δὲ καθὸ ἀπαρχὴ ἡμῶν ἐστιν τῆς δευτέρας πλάσεως ὥσπερ ἐκ τοῦ ἀδὰμ διὰ τὴν πρώτην
τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ δύνῃ δὲ καὶ ὡς πρὸς τὸν χριστὸν νοῆσαι τὴν ἀλήθειαν τὸν ὄντως ἀλήθειαν ἐγὼ γάρ εἰμί φησιν ἀλήθεια ὃν καὶ ἐν δεδύσθαι οὐ μόνον περιεζὼσθαι τοῖς ἀνθρωποίς δεδώρηται ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε φησι χριστὸν ἐνεδύσασθε
ὅτι τὰ πνευματικά φησι χαρίσματα ὥσπερ ἐστι διὰ ῥήματος καὶ προστάγματος θεοῦ τὸ πέρ ἐστι ῥῆμα θεοῦ τῷ κάστῳ συζευκτέον ἵνα ᾖ ὅυτως περ ἐστι ῥῆμα θεοῦ καὶ πρόσταγμα τοῦτο φησι ποιεῖτε ποῖον διὰ πάσης προσευχῆς καὶ δέησεως προσευχόμενοι ἵνα εἶητε φσὶν κατὰ τὸ ἐνεργεῖν καὶ τέμνειν τὰ πνευματικὰ χαρίσματα ῥῆμα ἔστιν θεοῦ τμητικὸν γὰρ τὸ ῥῆμα τοῦ θεοῦ·ὅυτως μᾶλλον καὶ μακάριος ἰωάννης διὰ γὰρ ῥῆμα τοῦ θεοῦ ἐπετελεῖτο τὰ χαρίσματα πᾶν γὰρ εὰν αἰτή σητέ φησιν ἐν τῷ ὀνόμα τίμου δώσει ὑμῖν ̔ χριστός